God is praised in heaven for judging the great harlot, and avenging the blood of his saints. |
| Ἁλληλουϊά´· |
| ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν, |
| 2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· |
| ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην |
| ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, |
| καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ |
| ἐκ χειρὸς αυτῆς. |
| 3 καὶ δεύτερον εἴρηκαν, |
| Ἁλληλουϊά· |
| καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας |
| τῶν αἰώνων. |
| 4 καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρονῷ λέγοντες, |
| Ἀμὴν Ἁλληλουϊά, |
| 5 καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα, |
| Αἰνεῖτε τῷ θεῷ ἡμῶν |
| πάντες οἱ δοῦλοι αὐτοῦ |
| οἱ φοβούμενοι αὐτὸν, |
| οἱ μικροὶ καὶ οἱ μεγάλοι. |
| 6 καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λέγοντων, |
| Ἁλληλουϊά, |
| ὅτι ἐβασίλευσεν κύριος |
| ὁ θεὸς ἡμῶν ὁ παντοκράτωρ. |
The marriage of the Lamb. |
| καὶ δώσομεν τὴν δόξαν αὐτῷ, |
| ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου |
| καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτὴν |
| 8 καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται |
| βύσσινον λαμπρὸν καθαρόν· |
| τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν. |
| 9 Καὶ λέγει μοι, Γράψον· μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν. |
The angel will not be worshipped. |
The birds called to the great slaughter. |