Babylon is fallen. |
| Ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, |
| καὶ ἐγένετο κατοικητήριον δαιμονίων |
| καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου |
| καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου, |
| 3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπτωκαν πάντα τὰ ἔθνη |
| καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν |
| καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ |
| στρήνους αὐτῆς ἐπλούτησαν. |
People commanded to depart out of her. |
| Ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς |
| ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς |
| καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε, |
| 5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ |
| καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς. |
| 6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν |
| καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς, |
| ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν, |
| 7 ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν, |
| τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. |
| ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι |
| Κάθημαι βασίλισσα |
| καὶ χήρα οὐκ εἰμὶ |
| καὶ πένθος οὐ μὴ ἴδω. |
| 8 διὰ τοῦτο ἐν μία ἡμέρα ἤξουσιν αἱ πληγαὶ αὐτῆς, |
| θάνατος καὶ πένθος καὶ λιμός, |
| καὶ ἐν πυρὶ κατακαυθησεται, |
| οτι ισχυρος κυριος ο θεος ο κρινας αυτην. |
The kings of the earth, with the merchants and mariners, lament over her. |
| Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, |
| Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, |
| ὅτι μίᾳ ὥρᾳ ἦλθεν ἡ κρίσις σου |
| 14 καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς |
| ἀπῆλθεν ἀπὸ σοῦ, |
| καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ |
| ἀπώλετο ἀπὸ σοῦ |
| καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν. |
| 15 οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ’ αὐτῆς ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες 16 λέγοντες, |
| Οὐαὶ οὐαὶ, ἡ πόλις ἡ μεγάλη, |
| ἡ περιβεβλημένη βύσσινον |
| καὶ πορφυροῦν καὶ κόκκινον |
| καὶ κεχρυσωμένη ἐν χρυσίῳ |
| καὶ λίθῳ τιμίῳ καὶ μαργαριτῃ, |
| Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, |
| ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα |
| ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, |
| ὅτι μίᾳ ὥρᾳ ἠρημώθη. |
The saints rejoice for the judgments of God upon her. |
| καὶ οἱ ἁγίοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, |
| ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. |
| 21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων, |
| Οὕτως ὁρμήματι βληθήσεται |
| Βαβυλὼν ἡ μεγάλη πόλις |
| καὶ οὐ μὴ εὑρεθῇ ἔτι. |
| 22 καὶ φωνὴ κιθαρωδῶν καὶ μουσικῶν |
| καὶ αὐλητῶν καὶ σαλπιστῶν |
| οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, |
| καὶ πᾶς τεχνίτης πάσης τέχνης |
| οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, |
| καὶ φωνὴ μύλου |
| οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, |
| 23 καὶ φῶς λύχνου |
| οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, |
| καὶ φωνὴ νυμφίου καὶ νύμφης |
| οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· |
| ὅτι οἱ ἔμποροι σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, |
| ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, |
| 24 καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη |
| καὶ
πάντων
τῶν
ἐσφαγμένων
ἐπὶ
τῆς
γῆς. |