2 Chronicles 27
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jotham's Good Reign in Judah

1Εἴκοσι πέντε ἐτῶν Ἰωαθὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰερουσσὰ θυγάτηρ Σαδώρ. 2καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ἃ ἐποίησεν Ὀζείας ὁ πατὴρ αὐτοῦ, ἀλλ᾽ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο. 3αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλήν, καὶ ἐν τείχει αὐτοῦ Ὄπλα ᾠκοδόμησεν πολλά· 4καὶ πόλεις ᾠκοδόμησεν ἐν ὄρει Ἰούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους. 5αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ κατίσχυσεν ἐπ᾽ αὐτόν. καὶ ἐδίδουν αὐτῷ κατ᾽ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς Ἀμμὼν κατ᾽ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ. 6καὶ κατίσχυσεν Ἰωαθάμ, ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἔναντι Κυρίου θεοῦ αὐτοῦ. 7καὶ οἱ λοιποὶ λόγοι Ἰωαθὰμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. 8 9καὶ ἐκοιμήθη Ἰωαθὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀχὰς υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 26
Top of Page
Top of Page