2 Chronicles 19
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jehoshaphat Reproved by Jehu

1Καὶ ἀπέστρεψεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἰερουσαλήμ. 2καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰοὺ ὁ τοῦ Ἁνανεὶ ὁ προφήτης καὶ εἶπεν αὐτῷ Βασιλεὺς Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου· 3ἀλλ᾽ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον.

Jehoshaphat's Reforms

4καὶ κατῴκησεν Ἰωσαφάτ, καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βεηρσάβεε ἕως ὄρους Ἐφράιμ, καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον θεὸν τῶν πατέρων αὐτῶν.

5καὶ κατέστησεν κριτὰς πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει. 6καὶ εἶπεν τοῖς κριταῖς Ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε ἀλλ᾽ ἤ τῷ κυρίῳ, καὶ μεθ᾽ ὑμῶν λόγοι τῆς κρίσεως. 7καὶ νῦν γενέσθω φόβος Κυρίου ἐφ᾽ ὑμᾶς· φυλάσσετε καὶ ποιήσετε, ὅτι οὐκ ἔστιν μετὰ Κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα.

8καὶ γὰρ ἐν Ἰεπουσαλὴμ κατέστησεν Ἰωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶν πατριαρχῶν Ἰσραὴλ εἰς κρίσιν Κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ. 9καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων Οὕτως ποιήσετε ἐν φόβῳ Κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ· 10πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ᾽ ὑμᾶς τῶν ἀδελφῶν ἡμῶν τῶν κατοικούντων ἀνὰ μέσον αἵματος, καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς, καὶ δικαιώματα καὶ κρίματα· καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐφ᾽ ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε, καὶ οὐχ ἁμαρτήσεσθε. 11καὶ ἰδοὺ Ἀμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφ᾽ ὑμᾶς εἰς πᾶν λόγον Κυρίου, καὶ Ζαβδείας ὁ ἡγούμενος εἰς οἶκον Ἰούδα πρὸς πᾶν λόγον βασιλέως, καὶ οἱ γραμματεῖς καὶ οἱ Λευεῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται κύριος μετὰ τοῦ ἀγαθοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 18
Top of Page
Top of Page