2 Chronicles 17
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jehoshaphat Reigns Well in Judah

1Καὶ ἐβασίλευσεν Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ· καὶ κατίσχυσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰσραήλ. 2καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς, καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα καὶ ἐν πόλεσιν Ἐφράιμ ἃς προκατελάβετο Ἀσὰ ὁ πατὴρ αὐτοῦ.

3καὶ ἐγένετο Κύριος μετὰ Ἰωσαφάτ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις· καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα, 4ἀλλὰ Κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν, καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη, καὶ οὐχ ὡς τοῦ Ἰσραὴλ τὰ ἔργα. 5καὶ κατηύθυνεν Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκεν πᾶς Ἰουδὰ δῶρα τῷ Ἰωσαφάτ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή. 6καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ Κυρίου, καὶ ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα.

7καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Ἀβίαν καὶ Ζαχαρίαν καὶ Ναθαναὴλ καὶ Μειχαίαν, διδάσκειν ἐν πόλεσιν Ἰούδα. 8καὶ μετ᾽ αὐτῶν οἱ Λευεῖται Σαμούας καὶ Μανθανίας καὶ Ζαβδείας καὶ Ἰασειὴλ καὶ Σαμειραμὼθ καὶ Ἰωναθὰν καὶ Ἀδωνιὰν καὶ Τωβαδωβειά, Λευεῖται· οἱ μετ᾽ αὐτῶν, Ἐλεισαμὰ καὶ Ἰωρὰν οἱ ἱερεῖς. 9καὶ ἐδίδασκον ἐν Ἰούδᾳ, καὶ μετ᾽ αὐτῶν βύβλος νόμου Κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐδίδασκον τὸν λαόν.

10καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς κύκλῳ Ἰούδα, καὶ οὐκ ἐπολέμουν πρὸς Ἰωσαφάτ. 11καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον πρὸς Ἰωσαφὰτ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους. 12καὶ ἦν Ιωσαφὰτ πορευόμενος μείζων ἕως εἰς ὕψος, καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ἰουδαίᾳ καὶ πόλεις ὀχυράς. 13καὶ ἔργα πολλὰ ἐγένετο ἐν τῇ Ἰουδαίᾳ, καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ἰερουσαλήμ. 14καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν· καὶ τῷ Ἰούδᾳ χιλίαρχοι, Ἐδνάας ὁ ἄρχων, καὶ μετ᾽ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες· 15καὶ μετ᾽ αὐτὸν Ἰωανὰν ὁ ἡγούμενος, καὶ μετ᾽ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες· 16καὶ μετ᾽ αὐτὸν Μασαίας τοῦ Ζαρεὶ ὁ προθυμούμενος τῷ κυρίῳ, καὶ μετ᾽ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως. 17καὶ ἐκ τοῦ Βενιαμεὶν δυνατὸς δυνάμεως καὶ Ἐλειδά, καὶ μετ᾽ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες· 18καὶ μετ᾽ αὐτὸν Ἰωζαβάδ, καὶ μετ᾽ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου. 19οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ἰουδαίᾳ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 16
Top of Page
Top of Page