|
32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς ποία ὑμῖν χάρις ἐστίν καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν 33 καὶ γὰρ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς ποία ὑμῖν χάρις ἐστίν καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν 34 καὶ ἐὰν δανίσητε παρ’ ὧν ἐλπίζετε λαβεῖν ποία ὑμῖν χάρις ἐστίν καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα Luke 6:32-34, Hebrew & Greek Study Bible. Public domain.
|



