Nehemiah 6
Berean Greek Bible Par ▾ 

Sanballat’s Conspiracy

1Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλὰτ καὶ Τωβίᾳ καὶ τῷ Γῆσαμ τῷ Ἀραβὶ καὶ τοῖς καταλοίποις ἐχθροῖς ἡμῶν ὅτι ᾠκοδομήθη τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή. ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις. 2καὶ ἀπέστειλεν Σαναβαλλὰτ καὶ Γῆσαμ πρὸς μὲ λέγων Δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ἐνώ· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν. 3καὶ ἀπέστειλα ἐπ᾽ αὐτοὺς ἀγγέλους λέγων Ἔργον μέγα ἐγὼ ποιῶ, καὶ οὐ δυνήσομαι καταβῆναι, μή ποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς. 4καὶ ἀπέστειλαν πρὸς μὲ ὡς τὸ ῥῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα. 5καὶ ἀπέστειλεν πρὸς μὲ Σαναβαλλὰτ τὸν παῖδα αὐτοῦ, καὶ ἐπιστολὴν ἀνεωγμένην ἐν χειρὶ αὐτοῦ. 6καὶ ἦν γεγραμμένον ἐν αὐτῇ Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ἰουδαῖοι λογίζεσθε ἀποστατῆσαι· διὰ τοῦτο οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ ἔσῃ αὐτοῖς εἰς βασιλέα. 7καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ἰερουσαλὴμ εἰς βασιλέα ἐπὶ Ἰούδᾳ· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι. καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό. 8καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων Οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι οὓς σὺ λέγεις· ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς. 9ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες Ἐκλυθήσονται χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου.

10Καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμεεὶ υἱοῦ Δαλεά, υἱὸν Μειταήλ, αὐτὸς συνεχόμενος· καὶ εἶπεν Συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε. 11καὶ εἶπα Τίς ἐστιν ὁ ἀνὴρ ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται; 12καὶ ἐπέγνων, καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατ᾽ ἐμοῦ· καὶ Τωβιὰ καὶ Σαναβαλλὰτ ἐμισθώσαντο 13ἐπ᾽ ἐμὲ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσίν με. 14μνήσθητι ὁ θεὸς Τωβία καὶ Ἀναβαλλάτ, ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα· καὶ τῷ Νοαδίᾳ τῷ προφήτῃ καὶ καταλοίποις τῶν ἱερέων οἳ ἦσαν φοβερίζοντές με.

Completion of the Wall

15καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ἐδοὺδ εἰς πεντήκοντα καὶ δύο ἡμέρας. 16καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο. 17καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ἰούδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβίαν, καὶ αἱ Τωβία ἤρχοντο πρὸς αὐτούς· 18ὅτι πολλοὶ ἐν Ἰούδᾳ ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενιὰ υἱοῦ Ἠρᾶε, καὶ Ἰωνὰν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα Μεσουλὰμ υἱοῦ Βαραχειὰ εἰς γυναῖκα. 19καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρὸς μέ, καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ· καὶ ἐπιστολὰς ἐπέστειλεν Τωβίας φοβερίσαι με.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Nehemiah 5
Top of Page
Top of Page