2 Kings 22
Berean Greek Bible Par ▾ 

Josiah Reigns in Judah
(2 Chronicles 34:1–2)

1Υἱὸς ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεδειὰ θυγάτηρ Ἐδεινὰ ἐκ Βασουρώθ. 2καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά.

Funding the Temple Repairs
(2 Chronicles 34:8–13)

3Καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ἰωσείᾳ, ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαφφὰν υἱὸν Ἐλίου υἱοῦ Μεσολλὰμ τὸν γραμματέα οἴκου Κυρίου λέγων 4Ἀνάβηθι πρὸς Χελκείαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ Κυρίου, ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ, 5καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσιν τὰ ἔργα τοῖς ἐν οἴκῳ Κυρίου, τοῦ κατισχῦσαι τὸ βέδεκ τοῦ οἴκου, 6τοῖς τέκτοσιν καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς, καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κραταιῶσαι τὸ βέδεκ τοῦ οἴκου. 7πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσιν.

Hilkiah Finds the Book of the Law
(2 Chronicles 34:14–21)

8Καὶ εἶπεν Χελκείας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφὰν τὸν γραμματέα Βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν Χελκείας τὸ βιβλίον πρὸς Σαφφάν, καὶ ἀνέγνω αὐτό. 9καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα, καὶ ἀπέστρεψεν τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν Ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου. 10καὶ εἶπεν Σαφφὰν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λὲγων Βιβλίον ἔδωκέν μοι Χελκείας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφφὰν ἐνώπιον τοῦ βασιλέως.

11καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους βιβλίου τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ. 12καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκείᾳ τῷ ἱερεῖ καὶ τῷ Ἀχεικὰμ υἱῷ Σαφφὰν καὶ τῷ Ἀχοβὼρ υἱῷ Μειχαίου καὶ τῷ Σαφφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαίᾳ δούλῳ τοῦ βασιλέως λέγωνa 13Δεῦτε καὶ ἐκζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ἰούδα καὶ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἡ ἐκκεχυμένη ἐν ἡμῖν ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ᾽ ἡμῶν.

Huldah’s Prophecy
(2 Chronicles 34:22–28)

14καὶ ἐπορεύθη Χελκείας ὁ ἱερεὺς καὶ Ἀχεικὰθ καὶ Ἀχοβὼρ καὶ Σαφφὰθ καὶ Ἀσαίας πρὸς Ὅλδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκκουαὺ υἱοῦ Ἁραὰς τοῦ ἱματιοφύλακος· καὶ αὕτη κατῴκει ἐν Ἰερουσαλὴμ ἐν τῇ μασενά· καὶ ἐλάλησαν πρὸς αὐτήν.b 15καὶ εἶπεν Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρὸς μέ 16Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα, 17ἀνθ᾽ ὧν ἐνκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσίν με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται. 18καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν κύριον, τάδε ἐρεῖτε πρὸς αὐτόν Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Οἱ λόγοι οὓς ἤκουσας, 19ἀνθ᾽ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἂν τὸ πρόσωπον Κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμοῦ· καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος. 20οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσιν τοῖς κακοῖς οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον.


Footnotes:

12 a See 2 Chronicles 34:20.
14 b See 2 Chronicles 34:22.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Kings 21
Top of Page
Top of Page