Preparing to Move the Ark 1Καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυείδ, καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν. 2τότε εἶπεν Δαυείδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ᾽ ἢ τοὺς Λευείτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος. 3καὶ ἐξεκλησίασεν Δαυεὶδ τὸν πάντα Ἰσραὴλ εἰς Ἰερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ. 4καὶ συνήγαγεν Δαυεὶδ τοὺς υἱοὺς Ἀαρὼν τοὺς Λευείτας. 5τῶν υἱῶν Καάθ, Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα· 6τῶν υἱῶν Μερραρεί, Ἀσαὶ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι πεντήκοντα· 7τῶν υἱῶν Γηρσάμ, Ἰωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν πεντήκοντα·a 8τῶν υἱῶν Ἐλεισαφάτ, Σαμαίας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι· 9τῶν υἱῶν Χεβρών, Ἐνὴρ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτῶν ὀγδοήκοντα· 10τῶν υἱῶν Ὀζειήλ, Ἀμειναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα δύο. 11Καὶ ἐκάλεσεν Δαυεὶδ τὸν Σαδὼκ καὶ Ἀβιαθὰρ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας, τὸν Ἀριὴλ, Ἀσαιά, Ἰωήλ, Σαμαίαν, Ἐνήλ, Ἀμειναδάβ, 12καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευειτῶν· ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν, καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ἰσραὴλ οὗ ἡτοίμασα αὐτῇ. 13ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι. The Priests and Levites Carry the Ark 15καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευειτῶν τὴν κιβωτὸν τοῦ θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾽ αὐτούς· 16καὶ εἶπεν Δαυεὶδ τοῖς ἄρχουσιν τῶν Λευειτῶν Στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις, τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης. 17καὶ ἔστησαν οἱ Λευεῖται τὸν Αἱμὰν υἱὸν Ἰωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ἀσὰφ υἱὸς Βαραχιά, καὶ ἐκ τῶν υἱῶν Μερραεὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κεισαιού. 18καὶ μετ᾽ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαρίας καὶ Ὀζειὴλ καὶ Σεμειραμὼθ καὶ Ἰειὴλ καὶ Ἐλιωὴλ καὶ Ἐλιαβὰ καὶ Βαναιὰ καὶ Μαασσαιὰ καὶ Ἰματταθιὰ καὶ Ἐλειφενὰ καὶ Μακελλειὰ καὶ Ἀβαεδὸμ καὶ Ἰεειὴλ καὶ Ὀζείας, οἱ πυλωροί. 19καὶ οἱ ψαλτῳδοί· Αἱμάν, Ἀσὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι· 20Ζαχαρίας καὶ Ὀζειήλ, Σαμειραμώθ, Εἰθήλ, Ὠνεί, Ἐλιάβ, Μασσαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ· 21καὶ Μετταθίας καὶ Ἐνφαναίας, Μακενιὰ καὶ Ἀβδεδὸμ καὶ Ἰειὴλ καὶ Ὀζείας ἐν κινύραις ἁμασενεὶθ τοῦ ἰσχῦσαι· 22καὶ Κωνενιὰ ἄρχων τῶν Λευειτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν. 23καὶ Βαραχιὰ καὶ Ἠλκανὰ πυλωροὶ τῆς κιβωτοῦ. 24καὶ Σομνιὰ καὶ Ἰωσαφὰτ καὶ Ναθαναὴλ καὶ Ἀμασαὶ καὶ Ζαχαριὰ καὶ Βαναὶ καὶ Ἐλιέζερ οἱ ἱερεῖς, σαλπίζοντες ταῖς σὰλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ Ἀβδεδὸμ καὶ Ἰειά, πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ. Moving the Ark to Jerusalem 25Καὶ ἦν Δαυεὶδ καὶ πρεσβύτεροι Ἰσραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου Ἀβδοδὸμ ἐν εὐφροσύνῃ. 26καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευείτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ἔθυσαν ἀν᾽ ἑπτὰ μόσχους καὶ ἀν᾽ ἑπτὰ κριούς. 27καὶ Δαυεὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ, καὶ πάντες οἱ Λευεῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοί, Ἰεχονίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων· καὶ ἐπὶ Δαυεὶδ στολὴ βυσσίνη. 28καὶ πᾶς Ἰσραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις. Michal’s Contempt for David 29καὶ ἐγένετο κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυείδ· καὶ Μελχὸλ θυγάτηρ Σαοὺλ παρέκυψεν διὰ τῆς θυρίδος, καὶ εἶδεν τὸν βασιλέα Δαυεὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς. Footnotes: 7 a See 1 Chronicles 23:7. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |