Acts 6
Study Bible
The Seven Chosen to Serve

Ἐν  δὲ  ταῖς  ἡμέραις  ταύταις  πληθυνόντων  τῶν  μαθητῶν  ἐγένετο  γογγυσμὸς  τῶν  Ἑλληνιστῶν  πρὸς  τοὺς  Ἑβραίους,  ὅτι  παρεθεωροῦντο  ἐν  τῇ  διακονίᾳ  τῇ  καθημερινῇ  αἱ  χῆραι  αὐτῶν.  προσκαλεσάμενοι  δὲ  οἱ  δώδεκα  τὸ  πλῆθος  τῶν  μαθητῶν  εἶπαν  Οὐκ  ἀρεστόν  ἐστιν  ἡμᾶς  καταλείψαντας  τὸν  λόγον  τοῦ  Θεοῦ  διακονεῖν  τραπέζαις.  ἐπισκέψασθε  δέ,  ἀδελφοί,  ἄνδρας  ἐξ  ὑμῶν  μαρτυρουμένους  ἑπτὰ  πλήρεις  Πνεύματος  καὶ  σοφίας,  οὓς  καταστήσομεν  ἐπὶ  τῆς  χρείας  ταύτης·  ἡμεῖς  δὲ  τῇ  προσευχῇ  καὶ  τῇ  διακονίᾳ  τοῦ  λόγου  προσκαρτερήσομεν.  καὶ  ἤρεσεν    λόγος  ἐνώπιον  παντὸς  τοῦ  πλήθους,  καὶ  ἐξελέξαντο  Στέφανον,  ἄνδρα  πλήρης*  πίστεως  καὶ  Πνεύματος  Ἁγίου,  καὶ  Φίλιππον  καὶ  Πρόχορον  καὶ  Νικάνορα  καὶ  Τίμωνα  καὶ  Παρμενᾶν  καὶ  Νικόλαον  προσήλυτον  Ἀντιοχέα,  οὓς  ἔστησαν  ἐνώπιον  τῶν  ἀποστόλων,  καὶ  προσευξάμενοι  ἐπέθηκαν  αὐτοῖς  τὰς  χεῖρας. 

Καὶ    λόγος  τοῦ  Θεοῦ  ηὔξανεν,  καὶ  ἐπληθύνετο    ἀριθμὸς  τῶν  μαθητῶν  ἐν  Ἰερουσαλὴμ*  σφόδρα,  πολύς  τε  ὄχλος  τῶν  ἱερέων  ὑπήκουον  τῇ  πίστει. 

Stephen Arrested

Στέφανος  δὲ  πλήρης  χάριτος  καὶ  δυνάμεως  ἐποίει  τέρατα  καὶ  σημεῖα  μεγάλα  ἐν  τῷ  λαῷ.  ἀνέστησαν  δέ  τινες  τῶν  ἐκ  τῆς  συναγωγῆς  τῆς  λεγομένης  Λιβερτίνων  καὶ  Κυρηναίων  καὶ  Ἀλεξανδρέων  καὶ  τῶν  ἀπὸ  Κιλικίας  καὶ  Ἀσίας  συζητοῦντες*  τῷ  Στεφάνῳ,  10 καὶ  οὐκ  ἴσχυον  ἀντιστῆναι  τῇ  σοφίᾳ  καὶ  τῷ  Πνεύματι    ἐλάλει.  11 τότε  ὑπέβαλον  ἄνδρας  λέγοντας  ὅτι  Ἀκηκόαμεν  αὐτοῦ  λαλοῦντος  ῥήματα  βλάσφημα  εἰς  Μωϋσῆν  καὶ  τὸν  Θεόν·  12 συνεκίνησάν  τε  τὸν  λαὸν  καὶ  τοὺς  πρεσβυτέρους  καὶ  τοὺς  γραμματεῖς,  καὶ  ἐπιστάντες  συνήρπασαν  αὐτὸν  καὶ  ἤγαγον  εἰς  τὸ  συνέδριον,  13 ἔστησάν  τε  μάρτυρας  ψευδεῖς  λέγοντας    ἄνθρωπος  οὗτος  οὐ  παύεται  λαλῶν  ῥήματα  κατὰ  τοῦ  τόπου  τοῦ  ἁγίου  [τούτου]  καὶ  τοῦ  νόμου·  14 ἀκηκόαμεν  γὰρ  αὐτοῦ  λέγοντος  ὅτι  Ἰησοῦς    Ναζωραῖος  οὗτος  καταλύσει  τὸν  τόπον  τοῦτον  καὶ  ἀλλάξει  τὰ  ἔθη    παρέδωκεν  ἡμῖν  Μωϋσῆς.  15 καὶ  ἀτενίσαντες  εἰς  αὐτὸν  πάντες  οἱ  καθεζόμενοι  ἐν  τῷ  συνεδρίῳ  εἶδον  τὸ  πρόσωπον  αὐτοῦ  ὡσεὶ  πρόσωπον  ἀγγέλου. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Acts 5
Top of Page
Top of Page