Genesis 36

<< Genesis 36 >>
Genesis 36 Greek OT: Septuagint with Diacritics
 

1αὗται δὲ αἱ γενέσεις ησαυ αὐτός ἐστιν εδωμ

2ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν χαναναίων τὴν αδα θυγατέρα αιλων τοῦ χετταίου καὶ τὴν ελιβεμα θυγατέρα ανα τοῦ υἱοῦ σεβεγων τοῦ ευαίου 3καὶ τὴν βασεμμαθ θυγατέρα ισμαηλ ἀδελφὴν ναβαιωθ 4ἔτεκεν δὲ αδα τῷ ησαυ τὸν ελιφας καὶ βασεμμαθ ἔτεκεν τὸν ραγουηλ 5καὶ ελιβεμα ἔτεκεν τὸν ιεους καὶ τὸν ιεγλομ καὶ τὸν κορε οὗτοι υἱοὶ ησαυ οἳ ἐγένοντο αὐτῷ ἐν γῇ χανααν

6ἔλαβεν δὲ ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ χανααν καὶ ἐπορεύθη ἐκ γῆς χανααν ἀπὸ προσώπου ιακωβ τοῦ ἀδελφοῦ αὐτοῦ 7ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν 8ᾤκησεν δὲ ησαυ ἐν τῷ ὄρει σηιρ ησαυ αὐτός ἐστιν εδωμ

9αὗται δὲ αἱ γενέσεις ησαυ πατρὸς εδωμ ἐν τῷ ὄρει σηιρ 10καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ησαυ ελιφας υἱὸς αδας γυναικὸς ησαυ καὶ ραγουηλ υἱὸς βασεμμαθ γυναικὸς ησαυ 11ἐγένοντο δὲ υἱοὶ ελιφας θαιμαν ωμαρ σωφαρ γοθομ καὶ κενεζ 12θαμνα δὲ ἦν παλλακὴ ελιφας τοῦ υἱοῦ ησαυ καὶ ἔτεκεν τῷ ελιφας τὸν αμαληκ οὗτοι υἱοὶ αδας γυναικὸς ησαυ 13οὗτοι δὲ υἱοὶ ραγουηλ ναχοθ ζαρε σομε καὶ μοζε οὗτοι ἦσαν υἱοὶ βασεμμαθ γυναικὸς ησαυ 14οὗτοι δὲ ἦσαν υἱοὶ ελιβεμας θυγατρὸς ανα τοῦ υἱοῦ σεβεγων γυναικὸς ησαυ ἔτεκεν δὲ τῷ ησαυ τὸν ιεους καὶ τὸν ιεγλομ καὶ τὸν κορε

15οὗτοι ἡγεμόνες υἱοὶ ησαυ υἱοὶ ελιφας πρωτοτόκου ησαυ ἡγεμὼν θαιμαν ἡγεμὼν ωμαρ ἡγεμὼν σωφαρ ἡγεμὼν κενεζ 16ἡγεμὼν κορε ἡγεμὼν γοθομ ἡγεμὼν αμαληκ οὗτοι ἡγεμόνες ελιφας ἐν γῇ ιδουμαίᾳ οὗτοι υἱοὶ αδας 17καὶ οὗτοι υἱοὶ ραγουηλ υἱοῦ ησαυ ἡγεμὼν ναχοθ ἡγεμὼν ζαρε ἡγεμὼν σομε ἡγεμὼν μοζε οὗτοι ἡγεμόνες ραγουηλ ἐν γῇ εδωμ οὗτοι υἱοὶ βασεμμαθ γυναικὸς ησαυ 18οὗτοι δὲ υἱοὶ ελιβεμας γυναικὸς ησαυ ἡγεμὼν ιεους ἡγεμὼν ιεγλομ ἡγεμὼν κορε οὗτοι ἡγεμόνες ελιβεμας 19οὗτοι υἱοὶ ησαυ καὶ οὗτοι ἡγεμόνες αὐτῶν οὗτοί εἰσιν υἱοὶ εδωμ

20οὗτοι δὲ υἱοὶ σηιρ τοῦ χορραίου τοῦ κατοικοῦντος τὴν γῆν λωταν σωβαλ σεβεγων ανα 21καὶ δησων καὶ ασαρ καὶ ρισων οὗτοι ἡγεμόνες τοῦ χορραίου τοῦ υἱοῦ σηιρ ἐν τῇ γῇ εδωμ 22ἐγένοντο δὲ υἱοὶ λωταν χορρι καὶ αιμαν ἀδελφὴ δὲ λωταν θαμνα 23οὗτοι δὲ υἱοὶ σωβαλ γωλων καὶ μαναχαθ καὶ γαιβηλ σωφ καὶ ωμαν 24καὶ οὗτοι υἱοὶ σεβεγων αιε καὶ ωναν οὗτός ἐστιν ὁ ωνας ὃς εὗρεν τὸν ιαμιν ἐν τῇ ἐρήμῳ ὅτε ἔνεμεν τὰ ὑποζύγια σεβεγων τοῦ πατρὸς αὐτοῦ 25οὗτοι δὲ υἱοὶ ανα δησων καὶ ελιβεμα θυγάτηρ ανα 26οὗτοι δὲ υἱοὶ δησων αμαδα καὶ ασβαν καὶ ιεθραν καὶ χαρραν 27οὗτοι δὲ υἱοὶ ασαρ βαλααν καὶ ζουκαμ καὶ ιωυκαμ καὶ ουκαν 28οὗτοι δὲ υἱοὶ ρισων ως καὶ αραμ 29οὗτοι ἡγεμόνες χορρι ἡγεμὼν λωταν ἡγεμὼν σωβαλ ἡγεμὼν σεβεγων ἡγεμὼν ανα 30ἡγεμὼν δησων ἡγεμὼν ασαρ ἡγεμὼν ρισων οὗτοι ἡγεμόνες χορρι ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ εδωμ

31καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν εδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν ισραηλ 32καὶ ἐβασίλευσεν ἐν εδωμ βαλακ υἱὸς τοῦ βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ δενναβα 33ἀπέθανεν δὲ βαλακ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ιωβαβ υἱὸς ζαρα ἐκ βοσορρας 34ἀπέθανεν δὲ ιωβαβ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ασομ ἐκ τῆς γῆς θαιμανων 35ἀπέθανεν δὲ ασομ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ αδαδ υἱὸς βαραδ ὁ ἐκκόψας μαδιαμ ἐν τῷ πεδίῳ μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ γεθθαιμ 36ἀπέθανεν δὲ αδαδ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ σαμαλα ἐκ μασεκκας 37ἀπέθανεν δὲ σαμαλα καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ σαουλ ἐκ ροωβωθ τῆς παρὰ ποταμόν 38ἀπέθανεν δὲ σαουλ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ βαλαεννων υἱὸς αχοβωρ 39ἀπέθανεν δὲ βαλαεννων υἱὸς αχοβωρ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ αραδ υἱὸς βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ φογωρ ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ μαιτεβεηλ θυγάτηρ ματραιθ υἱοῦ μαιζοοβ

40ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων ησαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν ἡγεμὼν θαμνα ἡγεμὼν γωλα ἡγεμὼν ιεθερ 41ἡγεμὼν ελιβεμας ἡγεμὼν ηλας ἡγεμὼν φινων 42ἡγεμὼν κενεζ ἡγεμὼν θαιμαν ἡγεμὼν μαζαρ 43ἡγεμὼν μεγεδιηλ ἡγεμὼν ζαφωιμ οὗτοι ἡγεμόνες εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν οὗτος ησαυ πατὴρ εδωμ


<< Genesis 36 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible