Psalm 116
Berean Greek Bible Par ▾ 

The LORD Has Heard My Voice

1Ἁλληλουιά. Ἠγάπησα ὅτι εἰσακούσεται ὁ θεὸς τῆς φωνῆς τῆς δεήσεώς μου,

2ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπεκαλεσάμην.

3περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον.

4καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.

5ἐλεήμων καὶ δίκαιος ὁ κύριος, καὶ Κύριος ὁ θεὸς ἡμῶν ἐλεᾷ.

6φυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με.

7ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέν σε·

8ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.

9εὐαρεστήσω ἐναντίον Κυρίου ἐν χώρᾳ ζώντων.

10Ἁλληλουιά. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.a

11ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης.

12τί ἀνταποδώσω τῷ κυρίῳ περὶ ὧν ἀνταπέδωκέν μοι;

13ποτήριον σωτηρίου λήμψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

15τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

16ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου· διέρρηξας τοὺς δεσμούς μου.

17σοὶ θύσω θυσίαν αἰνέσεως·

18τὰς εὐχάς μου ἀποδώσω τῷ κυρίῳ ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,

19ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἰερουσαλήμ.


Footnotes:

10 a Cited in 2 Corinthians 4:13


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 115
Top of Page
Top of Page