Paul is sorry for the Jews. |
| 6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ· |
All of Abraham not of the promise. |
| τὸν Ἰακὼβ ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα. |
| 14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο. 15 τῷ Μωϋσεῖ γὰρ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. |
| 16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ. 17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρα σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμιν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομα μου ἐν πάσῃ τῇ γῇ. |
God's sovereignty. |
| 19 Ἐρεῖς μοι οὖν· τί ἔτι μέμφεται τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; 20 ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; 21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν; 22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, 23 ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν; 24 Οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν, |
The calling of the Gentiles and rejecting of the Jews, foretold. |
| καλέσω τὸν οὐ λαόν μου λαόν μου |
| καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην· |
| 26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς· |
| οὐ λαός μου ὑμεῖς, |
| ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. |
| 27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ· |
| ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ |
| ἄμμος τῆς θαλάσσης, |
| τὸ ὑπόλειμμα σωθήσεται· |
| 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος |
| ἐπὶ τῆς γῆς. |
| 29 καὶ καθὼς προείρηκεν Ἠσαΐας· |
| εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, |
| ὡς Σόδομα ἂν ἐγενήθημεν |
| καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. |
| 30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως, 31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν. |
The cause of their stumbling. |
| ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος |
| καὶ πέτραν σκανδάλου, |
| καὶ
ὁ
πιστεύων
ἐπ’
αὐτῷ
οὐ
καταισχυνθήσεται. |