The preface of Luke to his whole gospel. |
The conception of John the Baptist; |
μὴ φοβοῦ, Ζαχαρία, |
διότι εἰσηκούσθη ἡ δέησις σου, |
καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι |
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. |
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις |
καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται. |
15 ἔσται γὰρ μέγας ἐνώπιον κυρίου, |
καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, |
καὶ πνεύματος ἁγίου πλησθήσεται |
ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, |
16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει |
ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. |
17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ |
ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, |
ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα |
καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, |
ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον. |
and of Jesus. |
26 Ἐν
δὲ
τῷ
μηνὶ
τῷ
ἕκτῳ
ἀπεστάλη
ὀ
ἄγγελος
Γαβριὴλ
ἀπὸ
τοῦ
θεοῦ
εἰς
πόλιν
τῆς
Γαλιλαίας
ᾗ
ὄνομα
Ναζαρὲθ
27 πρὸς
παρθένον
ἐμνηστευμένην
ἀνδρὶ
ᾧ
ὄνομα
Ἰωσὴφ
ἐξ
οἴκου
Δαυὶδ
καὶ
τὸ
ὄνομα
τῆς
παρθένου
Μαριάμ.
28 καὶ
εἰσελθὼν
πρὸς
αὐτὴν
εἶπεν·
χαῖρε,
κεχαριτωμένη,
ὁ
κύριος
μετὰ
σοῦ.
29 ἡ
δὲ
ἐπὶ
τῷ
λόγῳ
διεταράχθη
καὶ
διελογίζετο
ποταπὸς
εἴη
ὁ
ἀσπασμὸς
οὗτος.
30 καὶ
εἶπεν
ὁ
ἄγγελος
αὐτῇ·
|
μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. |
31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν |
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. |
32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται |
καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ |
πατρὸς αὐτοῦ, |
33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς |
αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. |
34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· |
πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ |
καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· |
διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. |
36 καὶ ἰδοὺ Ἑλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στεῖρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα. 38 εἶπεν δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη κυρίου· γένοιτο μοι κατὰ τὸ ῥῆμα σου. καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος. |
The prophecy of Elisabeth and of Mary, concerning Jesus. |
εὐλογημένη σὺ ἐν γυναιξὶν |
καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. |
43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου. |
46 Καὶ εἶπεν Μαριάμ· |
Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, |
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμα μου ἐπὶ τῷ θεῷ |
τῷ σωτῆρι μου, |
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. |
ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσιν με πᾶσαι αἱ γενεαί, |
49 ὅτι ἐποίησεν μοι μεγάλα ὁ δυνατός. |
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, |
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς |
τοῖς φοβουμένοις αὐτόν. |
51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, |
διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· |
52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων |
καὶ ὕψωσεν ταπεινούς, |
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν |
καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. |
54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, |
μνησθῆναι ἐλέους, |
55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, |
τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. |
56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. |
The nativity and circumcision of John. |
The prophecy of Zachariah, both of Jesus, |
68 Ἐυλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, |
ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, |
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν |
ἐν οἰκῷ Δαυὶδ παιδὸς αὐτοῦ, |
70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ’ |
αἰῶνος προφητῶν αὐτοῦ, |
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων |
τῶν μισούντων ἡμᾶς, |
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν |
καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, |
73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, |
τοῦ δοῦναι ἡμῖν |
74 ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας |
λατρεύειν αὐτῷ 75 ἐν ὀσιότητι καὶ δικαιοσύνῃ |
ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν. |
and of John. |
προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, |
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ |
ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, |
78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, |
ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, |
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, |
τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. |
80 Τὸ
δὲ
παιδίον
ἠύξανεν
καὶ
ἐκραταιοῦτο
πνεύματι,
καὶ
ἦν
ἐν
ταῖς
ἐρήμοις
ἕως
ἡμέρας
ἀναδείξεως
αὐτοῦ
πρὸς
τὸν
Ἰσραήλ. |