<< Hebrews 9 GRK >>



The description of the rites and sacrifices of the law;
   1   Εἶχεν  μὲν  οὖν  καὶ    πρώτη  δικαιώματα  λατρείας  τό  τε  ἅγιον  κοσμικόν.  2   σκηνὴ  γὰρ  κατεσκευάσθη    πρώτη  ἐν      τε  λυχνία  καὶ  η῾  τράπεζα  καὶ    πρόθεσις  τῶν  ἄρτων,  ἥτις  λέγεται  Ἅγια·  3   μετὰ  δὲ  τὸ  δεύτερον  καταπέτασμα  σκηνὴ    λεγομένη  Ἅγια  Ἁγίων,  4   χρυσοῦν  ἔχουσα  θυμιατήριον  καὶ  τὴν  κιβωτὸν  τῆς  διαθήκης  περικεκαλυμμένην  πάντοθεν  χρυσίῳ  ἐν    στάμνος  χρυσῆ  ἔχουσα  τὸ  μάννα  καὶ    ῥάβδος  Ἀαρὼν    βλαστήσασα  καὶ  αἱ  πλάκες  τῆς  διαθήκης,  5   ὑπεράνω  δὲ  αὐτῆς  Χερουβὶν  δόξης  κατασκιάζοντα  τὸ  ἱλαστήριον  περὶ  ὧν  οὐκ  ἔστιν  νῦν  λέγειν  κατὰ  μέρος. 
   6   Τούτων  δὲ  οὕτως  κατεσκευασμένων  εἰς  μὲν  τὴν  πρώτην  σκηνὴν  διὰ  παντὸς  εἰσίασιν  οἱ  ἱερεῖς  τὰς  λατρείας  ἐπιτελοῦντες,  7   εἰς  δὲ  τὴν  δευτέραν  ἅπαξ  τοῦ  ἐνιαυτοῦ  μόνος    ἀρχιερεύς,  οὐ  χωρὶς  αἵματος    προσφέρει  ὑπὲρ  ἑαυτοῦ  καὶ  τῶν  τοῦ  λαοῦ  ἀγνοημάτων,  8   τοῦτο  δηλοῦντος  τοῦ  πνεύματος  τοῦ  ἁγίου,  μήπω  πεφανερῶσθαι  τὴν  τῶν  ἁγίων  ὁδὸν  ἔτι  τῆς  πρώτης  σκηνῆς  ἐχούσης  στάσιν,  9   ἥτις  παραβολὴ  εἰς  τὸν  καιρὸν  τὸν  ἐνεστηκότα  καθ’  ἣν  δῶρα  τε  καὶ  θυσίαι  προσφέρονται  μὴ  δυνάμεναι  κατὰ  συνείδησιν  τελειῶσαι  τὸν  λατρεύοντα,  10   μόνον  ἐπὶ  βρώμασιν  καὶ  πόμασιν  καὶ  διαφόροις  βαπτισμοῖς,  δικαιώματα  σαρκὸς  μέχρι  καιροῦ  διορθώσεως  ἐπικείμενα. 


which are far inferior to the dignity and perfection of the sacrifice of Christ.
   11   Χριστὸς  δὲ  παραγενόμενος  ἀρχιερεὺς  τῶν  γενομένων  ἀγαθῶν  διὰ  τῆς  μείζονος  καὶ  τελειοτέρας  σκηνῆς  οὐ  χειροποιήτου  τοῦτ’  ἔστιν  οὐ  ταύτης  τῆς  κτίσεως,  12   οὐδὲ  δι’  αἵματος  τράγων  καὶ  μόσχων  διὰ  δὲ  τοῦ  ἰδίου  αἵματος  εἰσῆλθεν  ἐφάπαξ  εἰς  τὰ  ἅγια  αἰωνίαν  λύτρωσιν  εὑράμενος.  13   εἰ  γὰρ  τὸ  αἷμα  τράγων  καὶ  ταύρων  καὶ  σποδὸς  δαμάλεως  ῥαντίζουσα  τοὺς  κεκοινωμένους  ἁγιάζει  πρὸς  τὴν  τῆς  σαρκὸς  καθαρότητα,  14   πόσῳ  μᾶλλον  τὸ  αἷμα  τοῦ  Χριστοῦ,  ὃς  διὰ  πνεύματος  αἰωνίου  ἑαυτὸν  προσήνεγκεν  ἄμωμον  τῷ  θεῷ  καθαριεῖ  τὴν  συνείδησιν  ἡμῶν  ἀπὸ  νεκρῶν  ἔργων  εἰς  τὸ  λατρεύειν  θεῷ  ζῶντι. 
   15   Καὶ  διὰ  τοῦτο  διαθήκης  καινῆς  μεσίτης  ἐστίν,  ὅπως  θανάτου  γενομένου  εἰς  ἀπολύτρωσιν  τῶν  ἐπὶ  τῇ  πρώτῃ  διαθήκῃ  παραβάσεων  τὴν  ἐπαγγελίαν  λάβωσιν  οἱ  κεκλημένοι  τῆς  αἰωνίου  κληρονομίας.  16   ὅπου  γὰρ  διαθήκη  θάνατον  ἀνάγκη  φέρεσθαι  τοῦ  διαθεμένου·  17   διαθήκη  γὰρ  ἐπὶ  νεκροῖς  βεβαῖα  ἐπεὶ  μὴ  τότε  ἰσχύει  ὅτε  ζῇ    διαθέμενος.  18   ὅθεν  οὐδὲ    πρώτη  χωρὶς  αἵματος  ἐγκεκαίνισται·  19   λαληθείσης  γὰρ  πάσης  ἐντολῆς  κατὰ  τὸν  νόμον  ὑπὸ  Μωϋσέως  παντὶ  τῷ  λαῷ,  λαβὼν  τὸ  αἷμα  τῶν  μόσχων  καὶ  τῶν  τράγων  μετὰ  ὕδατος  καὶ  ἐρίου  κοκκίνου  καὶ  ὑσσώπου  αὐτό  τε  τὸ  βιβλίον  καὶ  πάντα  τὸν  λαὸν  ἐρράντισεν  20   λέγων, 
      Τοῦτο  τὸ  αἷμα  τῆς  διαθήκης  ἧς  ἐνετείλατο  πρὸς 
         ὑμᾶς    θεός. 
21   καὶ  τὴν  σκηνὴν  δὲ  καὶ  πάντα  τὰ  σκεύη  τῆς  λειτουργίας  τῷ  αἵματι  ὁμοίως  ἐρράντισεν.  22   καὶ  σχεδὸν  ἐν  αἵματι  πάντα  καθαρίζεται  κατὰ  τὸν  νόμον  καὶ  χωρὶς  αἱματεκχυσίας  οὐ  γίνεται  ἄφεσις. 
   23   Ἀνάγκη  οὖν  τὰ  μὲν  ὑποδείγματα  τῶν  ἐν  τοῖς  οὐρανοῖς  τούτοις  καθαρίζεσθαι,  αὐτὰ  δὲ  τὰ  ἐπουράνια  κρείττοσιν  θυσίαις  παρὰ  ταύτας.  24   οὐ  γὰρ  εἰς  χειροποίητα  εἰσῆλθεν  ἅγια  Χριστὸς,  ἀντίτυπα  τῶν  ἀληθινῶν,  ἀλλ’  εἰς  αὐτὸν  τὸν  οὐρανόν,  νῦν  ἐμφανισθῆναι  τῷ  προσώπῳ  τοῦ  θεοῦ  ὑπὲρ  ἡμῶν·  25   οὐδ’  ἵνα  πολλάκις  προσφέρῃ  ἑαυτόν,  ὥσπερ    ἀρχιερεὺς  εἰσέρχεται  εἰς  τὰ  ἅγια  κατ’  ἐνιαυτὸν  ἐν  αἵματι  ἀλλοτρίῳ,  26   ἐπεὶ  ἔδει  αὐτὸν  πολλάκις  παθεῖν  ἀπὸ  καταβολῆς  κοσμοῦ·  νυνὶ  δὲ  ἅπαξ  ἐπὶ  συντελείᾳ  τῶν  αἰώνων  εἰς  ἀθέτησιν  τῆς  ἁμαρτίας  διὰ  τῆς  θυσίας  αὐτοῦ  πεφανέρωται.  27   καὶ  καθ’  ὅσον  ἀπόκειται  τοῖς  ἀνθρώποις  ἅπαξ  ἀποθανεῖν,  μετὰ  δὲ  τοῦτο  κρίσις,  28   οὕτως  καὶ    Χριστὸς  ἅπαξ  προσενεχθεὶς  εἰς  τὸ  πολλῶν  ἀνενεγκεῖν  ἁμαρτίας  ἐκ  δευτέρου  χωρὶς  ἁμαρτίας  ὀφθήσεται  τοῖς  αὐτὸν  ἀπεκδεχομένοις  εἰς  σωτηρίαν. 

<< Hebrews 9 >>
Biblos Greek and Hebrew Study Bible © 2010 Biblos.com
Online Parallel Bible