By the eternal priesthood of Christ the Levitical priesthood of Aaron is overshadowed; |
and replaced by the new covenant of the Gospel. |
| Ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος, |
| καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ |
| καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, |
| 9 οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν |
| ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν |
| ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, |
| ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκη μου, |
| κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος· |
| 10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ |
| μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος· |
| διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν |
| καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτοὺς, |
| καὶ ἔσομαι αὐτοῖς εἰς θεὸν, |
| καὶ αὐτοι ἔσονται μοι εἰς λαόν· |
| 11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ |
| καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γνῶθι τὸν κύριον, |
| ὅτι πάντες εἰδήσουσιν με |
| ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, |
| 12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν |
| καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. |
| 13 ἐν
τῷ
λέγειν
Καινὴν
πεπαλαίωκεν
τὴν
πρώτην·
τὸ
δὲ
παλαιούμενον
καὶ
γηράσκον
ἐγγὺς
ἀφανισμοῦ. |