Christ in these last times coming to us from the Father, |
is preferred above the angels, both in person and office. |
| 5 Τίνι γὰρ εἶπεν ποτε τῶν ἀγγέλων· |
| Ὑιος μου ει συ, |
| ἐγὼ σήμερον γεγέννηκά σε; |
| καὶ πάλιν, |
| Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, |
| καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; |
| 6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, |
| Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. |
| 7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, |
| Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα |
| καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, |
| 8 πρὸς δὲ τὸν υἱόν, |
| Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, |
| καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας αὐτοῦ· |
| 9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· |
| διὰ τοῦτο ἔχρισεν σε ὁ θεὸς ὁ θεός σου |
| ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. |
| 10 καί, |
| Σὺ κατ’ ἀρχάς, κύριε, τὴν γὴν ἐθεμελίωσας, |
| καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· |
| 11 αὐτοὶ ἀπολοῦνται, συ δὲ διαμένεις, |
| καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, |
| 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, |
| ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· |
| σὺ δὲ ὁ αὐτὸς εἶ |
| καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. |
| 13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, |
| Κάθου ἐκ δεξιῶν μου, |
| ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; |
| 14 οὐχὶ
πάντες
εἰσὶν
λειτουργικὰ
πνεύματα
εἰς
διακονίαν
ἀποστελλόμενα
διὰ
τοὺς
μέλλοντας
κληρονομεῖν
σωτηρίαν; |