Numbers 28
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Daily Offerings

1Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 2Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων Τὰ δῶρά μου δόματά μου καρπώματά μου, εἰς ὀσμὴν εὐωδίας, διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. 3καὶ ἐρεῖς πρὸς αὐτούς Ταῦτα τὰ καρπώματα ὅσα προσάξετε Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς· 4τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν. 5καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ εἵν, 6ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σεινὰ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· 7καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ εἳν τῷ ἀμνῷ τῷ ἑνί· ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα Κυρίῳ. 8καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίου.

The Sabbath Offerings

9Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδήν, 10ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός, καὶ τὴν σπονδὴν αὐτοῦ.

The Monthly Offerings

11Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ, μόσχους ἐκ βοῶν δύο καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους· 12τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνί, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί, 13δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνί, θυσίαν ὀσμὴν εὐωδίας, κάρπωμα Κυρίῳ. 14ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ εἳν ἔσται τῷ μόσχῳ τῷ ἑνί, καὶ τὸ τρίτον τοῦ εἳν ἔσται τῷ κριῷ τῷ ἑνί, καὶ τὸ τέταρτον τοῦ εἳν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου· τοῦτο ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ. 15καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας Κυρίου· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται, καὶ ἡ σπονδὴ αὐτοῦ.

The Passover

16Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ, τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, πάσχα Κυρίου. 17καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. 18καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· 19καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ζ᾽, ἄμωμοι ἔσονται ὑμῖν· 20καὶ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί, 21δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς· 22καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· 23πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς τῆς πρωινῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ. 24ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίου· ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ. 25καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.

The Feast of Weeks

26Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. 27καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἀμώμους· 28ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί, 29δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς· 30καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· 31πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντὸς· καὶ τὴν θυσὶαν αὐτῶν ποιήσετέ μοι, ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς σπονδὰς αὐτῶν·

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Numbers 27
Top of Page
Top of Page