Judges 17
Swete's Septuagint ABP ▾  HEB ▾ 

Micah's Idolatry

1Καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Ἐφράιμ, καὶ ὄνομα αὐτῷ Μειχαίας. 2καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Οἱ χίλιοι καὶ ἑκατὸν οὓς ἔλαβες ἀργυρίου σεαυτῇ, καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρ᾽ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογητὸς ὁ υἱός μου τῷ κυρίῳ. 3καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Ἁγιάζουσα ἡγίακα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω σοι αὐτό. 4καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μειχαία. 5καὶ ὁ οἶκος Μειχαία αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θαραφείν, καὶ ἐπλήρωσεν τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα. 6ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.

7Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλέεμ δήμου Ἰούδα, καὶ αὐτὸς Λευείτης· καὶ οὗτος παρῴκει ἐκεῖ. 8καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλέεμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Ἐφράιμ καὶ ἕως οἴκου Μειχαία, τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ. 9καὶ εἶπεν αὐτῷ Μειχαίας Πόθεν ἔρχῃ; καὶ εἶπεν πρὸς αὐτόν Λευείτης εἰμὶ ἀπὸ Βαιθλέεμ Ἰούδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ. 10καὶ εἶπεν αὐτῷ Μειχαίας Κάθου μετ᾽ ἐμοῦ, καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου. 11καὶ ἐπορεύθη ὁ Λευείτης καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί· καὶ ἐγενήθη ὁ νεανίας παρ᾽ αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ. 12καὶ ἐπλήρωσεν Μειχαίας τὴν χεῖρα τοῦ Λευείτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα· καὶ ἐγένετο ἐν οἴκῳ Μειχαία. 13καὶ εἶπεν Μειχαίας Νῦν ἔγνων ὅτι ἀγαθυνεῖ Κύριος ἐμοί, ὅτι ἐγένετό μοι ὁ Λευείτης εἰς ἱερέα.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Judges 16
Top of Page
Top of Page