Jeremiah 47
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Judgment on the Philistines

1καὶ ἐγενήθη ἀναγινώσκοντος Ἰουδεὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.

2καὶ οὐκ ἐζήτησαν, καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους.

3καὶ Ἐλναθὰν καὶ Γοδολίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ κατακαῦσαι τὸ χαρτίον.

4καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαρεὰ υἱῷ Ἐσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν Ἰερεμίαν· καὶ κατεκρύβησαν.

5Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν, μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαροὺχ ἀπὸ στόματος Ἰερεμίου, λέγων

6Πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς Ἰωακείμ,

7καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο, λέγων Διὰ τί ἔγραψας ἐπ᾽ αὐτῷ λέγων Εἰσπορευόμενος εἰσπορεύσεται ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπ᾽ αὐτῆς ἄνθρωπος καὶ κτήνη;

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 46
Top of Page
Top of Page