2 Chronicles 3
Swete's Septuagint ABP ▾  HEB ▾ 

Temple Construction Begins

1Καὶ ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομεῖν τὸν οἶκον Κυρίου ἐν Ἰερουσαλὴμ ἐν ὄρει τοῦ Ἁμορειά, οὗ ὤφθη Κύριος τῷ Δαυεὶδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ ᾧ ἡτοίμασεν Δαυεὶδ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. 2καὶ ἤρξατο οἰκοδομὴ ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ.

Dimensions and Materials

3Καὶ ταῦτα ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ· μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα, καὶ εὖρος πήχεων εἴκοσι. 4καὶ αἰλὰμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτος τοῦ οἴκου πήχεων εἴκοσι, καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι· καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ. 5καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσεν ξύλοις κεδρίνοις, καὶ κατεχρύσωσεν χρυσίῳ καθαρῷ, καὶ ἔγλυψεν ἐπ᾽ αὐτοῦ φοίνικας καὶ χαλαστά. 6καὶ ἐκόσμησεν τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν, καὶ χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουάιμ, 7καὶ ἐχρύσωσεν τὸν οἶκον καὶ τοὺς τοίχους καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ, καὶ ἔγλυψεν χερουβεὶν ἐπὶ τῶν τοίχων.

8καὶ ἐποίησεν τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον, πλάτος πήχεων εἴκοσι, καὶ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἐχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς χερουβεὶν εἰς τάλαντα ἑξακόσια. 9καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου· καὶ τὸ ὑπερῷον ἐχρύσωσεν χρυσίῳ.

10καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων χερουβεὶν δύο, ἔργον ἐκ ξύλων, καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ.

The Cherubim

11καὶ αἱ πτέρυγες τῶν χερουβεὶν τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἡ μία πτέρυξ πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ χερουβεὶν τοῦ ἑτέρου. 12 13καὶ αἱ πτέρυγες τῶν χερουβεὶν διαπεπετασμέναι πήχεων εἴκοσι, καὶ αὐτὰ ἑστηκότα ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον.

The Veil and Pillars

14καὶ ἐποίησεν τὸ καταπέτασμα ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου, καὶ ὕφανεν ἐν αὐτῷ χερουβείν.

15καὶ ἐποίησεν ἔμπροσθεν τοῦ τοίχου στύλους δύο, πήχεων τριάκοντα πέντε τὸ ὕψος, καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε. 16καὶ ἐποίησεν σερσερὼθ ἐν τῷ δαβεὶρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων, καὶ ἐποίησεν ῥοίσκους ἑκατὸν καὶ ἐπέθηκεν ἐπὶ τῶν χαλαστῶν. 17καὶ ἔστησεν τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ ἐκ δεξιῶν Κατόρθωσις, καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν Ἰσχύς.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 2
Top of Page
Top of Page