2 Chronicles 22
Swete's Septuagint ABP ▾  HEB ▾ 

Ahaziah Reigns Wickedly in Judah

1Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ τὸν Ὀχοζείαν τὸν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ᾽ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπ᾽ αὐτούς, οἱ Ἄραβες οἱ Ἀλειμαζονεῖς· καὶ ἐβασίλευσεν Ὀχοζείας υἱὸς Ἰωρὰμ βασιλέως Ἰούδα. 2ὢν εἴκοσι ἐτῶν Ὀχοζείας ἐβασίλευσεν, καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρεί. 3καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαάβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν. 4καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος Ἀχαάβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν,

Ahaziah Allies with Jehoram of Israel

5καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη. καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ῥαμὰ Γαλαάδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωράμ. 6καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰσραὴλ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὰ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας· καὶ Ὀχοζείας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεᾶσθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰσραήλ, ὅτι ἠρρώστει.

7καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζείᾳ ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐξελθεῖν ἐξῆλθεν μετ᾽ αὐτοῦ Ἰωρὰμ πρὸς υἱὸν Ναμεσσεὶ χριστὸν Κυρίου τὸν οἶκον Ἀχαάβ.

Jehu Kills the Princes of Judah

8καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαάβ, καὶ εὗρον τοὺς Ἰούδα ἄρχοντας καὶ τοὺς ἀδελφοὺς Ὀχοζεία λειτουργοῦντας τῷ Ὀχοζείᾳ καὶ ἀπέκτεινεν αὐτούς. 9καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Ὀχοζείαν· καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰού, καὶ ἀπέκτεινεν αὐτόν. καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν Υἱὸς Ἰωσαφάτ ἐστιν, ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ· καὶ οὐκ ἦν ἐν οἴκῳ Ὀχοζεία κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.

Athaliah Queen in Judah

10Καὶ Γοθολία ἡ μήτηρ Ὀχοζεία εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός, καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰούδα. 11καὶ ἔλαβεν Ἰωσαβεὲ τὸν Ἰωὰς υἱὸν Ὀχοζεία, καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμεῖον κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωράμ, ἀδελφὴ Ὀχοζείου καὶ γυνὴ Ἰωδᾶε· καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν. 12καὶ ἦν μετ᾽ αὐτοῦ ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 21
Top of Page
Top of Page