Ezra 1
Berean Greek Bible Par ▾ 

The Proclamation of Cyrus
(2 Chronicles 36:22–23; Isaiah 45:1–25)

1ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν, τοῦ τελεσθῆναι ἀπὸ στόματος Ἰερεμίου, ἐξήγειρεν τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καὶ γε ἐν γραπτῷ λέγων

2Οὕτως εἶπεν Κῦρος βασιλεὺς Περσῶν Πάσας τὰς βασιλείας ἔδωκέν μοι ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατό με ἐπ᾽ ἐμὲ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἰερουσαλὴμ τῇ ἐν Ἰούδᾳ. 3τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἰερουσαλήμ. 4καὶ πᾶς ὁ καταλειπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήμψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσιν μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ.

5καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῷ Ἰούδᾳ καὶ Βενιαμεὶν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, πάντων ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον τὸν ἐν Ἰερουσαλήμ. 6καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις, παρὲξ τῶν ἑκουσίων.

Cyrus Restores the Holy Vessels

7καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ σκεύη οἴκου, ἃ ἔλαβεν Ναβουχοδονοσὸρ ἀπὸ Ἰερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ· 8καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου Τασβαρηνοῦ, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σαβανασὰρ ἄρχοντι τοῦ Ἰούδα. 9καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· Κυρίῳ χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ χίλιοι, παρηγμένα ἐννέα καὶ εἴκοσι, 10κεφφουρῆς χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ ἕξ, καὶ σκεύη ἕτερα χίλια. 11πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργυρῷ πεντακισχίλια καὶ τετρακόσια, τὰ πάντα ἀναβαίνοντα ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ἰερουσαλήμ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Chronicles 36
Top of Page
Top of Page