The Ark Enters the Temple 1καὶ εἰσήνεγκεν Σαλωμὼν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη· ἔδωκεν εἰς θησαυρὸν Κυρίου. 2Τότε ἐξεκλησίασεν Σαλωμὼν τοὺς πρεσβυτέρους καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ἰσραὴλ εἰς Ἰερουσαλήμ, τοῦ ἀνενέγκαι κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυείδ, αὕτη Σειών. 3καὶ ἐξεκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς Ἰσραὴλ ἐν τῇ ἑορτῇ, οὗτος ὁ μὴν ἕβδομος.a 4καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι Ἰσραήλ, καὶ ἔλαβον πάντες οἱ Λευεῖται τὴν κιβωτὸν 5καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῇ σκηνῇ, καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται. 6καὶ ὁ βασιλεὺς Σαλωμὼν καὶ πᾶσα συναγωγὴ Ἰσραὴλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα, οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους. 7καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβεὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβείν. 8καὶ ἦν τὰ χερουβεὶν διαπεπετακότα τὰς πτέρυγας αὐτῶν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ συνεκάλυπτεν τὰ χερουβεὶν τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν, 9καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς, καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβείρ, οὐκ ἐβλέποντο ἔξω· καὶ ἦσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.b 10οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες ἃς ἔθηκεν Μωυσῆς ἐν Χωρήβ, ἃ διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 11καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων, ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν· οὐκ ἦσαν διατεταγμένοι κατ᾽ ἐφημερίαν.
12καὶ οἱ Λευεῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ἀσάφ, τῷ Αἱμάν, τῷ Ἰδειθοὺμ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, τῶν ἐνδεδυμένων στολὰς βυσσίνας ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις, ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου, καὶ μετ᾽ αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξιν.
13καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ κυρίῳ· καὶ ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόν· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου·
14καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἐνέπλησεν δόξα Κυρίου τὸν οἶκον τοῦ θεοῦ. Footnotes: 3 a See Leviticus 23:33–36. 9 b See 1 Kings 8:8. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |