2 Chronicles 12
Berean Greek Bible Par ▾ 

Shishak Raids Jerusalem
(1 Kings 14:25–28)

1Καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ῥοβοὰμ καὶ ὡς κατεκρατήθη, ἐνκατέλιπεν τὰς ἐντολὰς Κυρίου καὶ πᾶς Ἰσραὴλ μετ᾽ αὐτοῦ. 2καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ῥοβοὰμ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἰερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου, 3ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ᾽ αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγλοδύται καὶ Αἰθίοπες. 4καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν αἳ ἦσαν ἐν Ἰούδᾳ· καὶ ἦλθεν εἰς Ἰερουσαλήμ. 5καὶ Σαμμαίας ὁ προφήτης ἦλθεν πρὸς Ῥοβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἰερουσαλὴμ ἀπὸ προσώπου Σουσακεὶμ καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν Κύριος Ὑμεῖς ἐνκατελίπετέ με, κἀγὼ ἐνκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακείμ. 6καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεύς, καὶ εἶπαν Δίκαιος ὁ κύριος.

7καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμμαίαν λέγων Ἐνετράπησαν· οὐ καταφθερῶ αὐτούς, καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ἰερουσαλήμ, 8ὅτι ἔσονται εἰς παῖδας, καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.

9καὶ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου, καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβεν· καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσοῦς οὓς ἐποίησεν Σαλωμών. 10καὶ ἐποίησεν Ῥοβοὰμ θυρεοὺς χαλκοῦς ἀντ᾽ αὐτῶν· καὶ κατέστησεν ἐπ᾽ αὐτὸν Σουσακεὶμ ἄρχοντας παρατρεχόντων τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως. 11καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων. 12καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ᾽ αὐτοῦ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδᾳ ἦσαν λόγοι ἀγαθοί.

Rehoboam’s Reign and Death
(1 Kings 14:21–24)

13καὶ κατίσχυσεν Ῥοβοὰμ ἐν Ἰερουσαλὴμ καὶ ἐβασίλευσεν· καὶ τεσσεράκοντα καὶ ἑνὸς ἐτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ ἑπτὰ καὶ δέκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, ἐν τῇ πόλει ᾗ ἐξελέξατο Κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραήλ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμμανεῖτις. 14καὶ ἐποίησεν τὸ πονηρόν, ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον.

15καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμμαία τοῦ προφήτου καὶ Ἀδὼ τοῦ ὁρῶντος, καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμει Ῥοβοὰμ τὸν Ἰεροβοὰμ πάσας τὰς ἡμέρας. 16καὶ ἀπέθανεν Ῥοβοὰμ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.a


Footnotes:

16 a See 1 Kings 14:31.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Chronicles 11
Top of Page
Top of Page