2 Corinthians 8
Study Bible
Generosity Commended

Γνωρίζομεν  δὲ  ὑμῖν,  ἀδελφοί,  τὴν  χάριν  τοῦ  Θεοῦ  τὴν  δεδομένην  ἐν  ταῖς  ἐκκλησίαις  τῆς  Μακεδονίας,  ὅτι  ἐν  πολλῇ  δοκιμῇ  θλίψεως    περισσεία  τῆς  χαρᾶς  αὐτῶν  καὶ    κατὰ  βάθους  πτωχεία  αὐτῶν  ἐπερίσσευσεν  εἰς  τὸ  πλοῦτος  τῆς  ἁπλότητος  αὐτῶν·  ὅτι  κατὰ  δύναμιν,  μαρτυρῶ,  καὶ  παρὰ  δύναμιν,  αὐθαίρετοι  μετὰ  πολλῆς  παρακλήσεως  δεόμενοι  ἡμῶν,  τὴν  χάριν  καὶ  τὴν  κοινωνίαν  τῆς  διακονίας  τῆς  εἰς  τοὺς  ἁγίους,  καὶ  οὐ  καθὼς  ἠλπίσαμεν,  ἀλλ’*  ἑαυτοὺς  ἔδωκαν  πρῶτον  τῷ  Κυρίῳ  καὶ  ἡμῖν  διὰ  θελήματος  Θεοῦ,  εἰς  τὸ  παρακαλέσαι  ἡμᾶς  Τίτον,  ἵνα  καθὼς  προενήρξατο  οὕτως  καὶ  ἐπιτελέσῃ  εἰς  ὑμᾶς  καὶ  τὴν  χάριν  ταύτην. 

ἀλλ’  ὥσπερ  ἐν  παντὶ  περισσεύετε,  πίστει  καὶ  λόγῳ  καὶ  γνώσει  καὶ  πάσῃ  σπουδῇ  καὶ  τῇ  ἐξ  ἡμῶν  ἐν  ὑμῖν  ἀγάπῃ,  ἵνα  καὶ  ἐν  ταύτῃ  τῇ  χάριτι  περισσεύητε.  Οὐ  κατ’  ἐπιταγὴν  λέγω  ἀλλὰ  διὰ  τῆς  ἑτέρων  σπουδῆς  καὶ  τὸ  τῆς  ὑμετέρας  ἀγάπης  γνήσιον  δοκιμάζων· 

Christ's Example

γινώσκετε  γὰρ  τὴν  χάριν  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ  Χριστοῦ,  ὅτι  δι’  ὑμᾶς  ἐπτώχευσεν  πλούσιος  ὤν,  ἵνα  ὑμεῖς  τῇ  ἐκείνου  πτωχείᾳ  πλουτήσητε.  10 καὶ  γνώμην  ἐν  τούτῳ  δίδωμι·  τοῦτο  γὰρ  ὑμῖν  συμφέρει,  οἵτινες  οὐ  μόνον  τὸ  ποιῆσαι  ἀλλὰ  καὶ  τὸ  θέλειν  προενήρξασθε  ἀπὸ  πέρυσι·  11 νυνὶ  δὲ  καὶ  τὸ  ποιῆσαι  ἐπιτελέσατε,  ὅπως  καθάπερ    προθυμία  τοῦ  θέλειν,  οὕτως  καὶ  τὸ  ἐπιτελέσαι  ἐκ  τοῦ  ἔχειν.  12 εἰ  γὰρ    προθυμία  πρόκειται,  καθὸ  ἐὰν  ἔχῃ  εὐπρόσδεκτος,  οὐ  καθὸ  οὐκ  ἔχει.  13 οὐ  γὰρ  ἵνα  ἄλλοις  ἄνεσις,  ὑμῖν  θλῖψις·  ἀλλ’  ἐξ  ἰσότητος  14 ἐν  τῷ  νῦν  καιρῷ  τὸ  ὑμῶν  περίσσευμα  εἰς  τὸ  ἐκείνων  ὑστέρημα,  ἵνα  καὶ  τὸ  ἐκείνων  περίσσευμα  γένηται  εἰς  τὸ  ὑμῶν  ὑστέρημα,  ὅπως  γένηται  ἰσότης,  15 καθὼς  γέγραπται    τὸ  πολὺ  οὐκ  ἐπλεόνασεν,  καὶ    τὸ  ὀλίγον  οὐκ  ἠλαττόνησεν. 

Titus Commended

16 Χάρις  δὲ  τῷ  Θεῷ  τῷ  διδόντι  τὴν  αὐτὴν  σπουδὴν  ὑπὲρ  ὑμῶν  ἐν  τῇ  καρδίᾳ  Τίτου,  17 ὅτι  τὴν  μὲν  παράκλησιν  ἐδέξατο,  σπουδαιότερος  δὲ  ὑπάρχων  αὐθαίρετος  ἐξῆλθεν  πρὸς  ὑμᾶς.  18 συνεπέμψαμεν  δὲ  μετ’  αὐτοῦ  τὸν  ἀδελφὸν  οὗ    ἔπαινος  ἐν  τῷ  εὐαγγελίῳ  διὰ  πασῶν  τῶν  ἐκκλησιῶν,  19 οὐ  μόνον  δὲ  ἀλλὰ  καὶ  χειροτονηθεὶς  ὑπὸ  τῶν  ἐκκλησιῶν  συνέκδημος  ἡμῶν  σὺν*  τῇ  χάριτι  ταύτῃ  τῇ  διακονουμένῃ  ὑφ’  ἡμῶν  πρὸς  τὴν  αὐτοῦ  τοῦ  Κυρίου  δόξαν  καὶ  προθυμίαν  ἡμῶν,  20 στελλόμενοι  τοῦτο,  μή  τις  ἡμᾶς  μωμήσηται  ἐν  τῇ  ἁδρότητι  ταύτῃ  τῇ  διακονουμένῃ  ὑφ’  ἡμῶν·  21 προνοοῦμεν  γὰρ  καλὰ  οὐ  μόνον  ἐνώπιον  Κυρίου  ἀλλὰ  καὶ  ἐνώπιον  ἀνθρώπων.  22 συνεπέμψαμεν  δὲ  αὐτοῖς  τὸν  ἀδελφὸν  ἡμῶν,  ὃν  ἐδοκιμάσαμεν  ἐν  πολλοῖς  πολλάκις  σπουδαῖον  ὄντα,  νυνὶ  δὲ  πολὺ  σπουδαιότερον  πεποιθήσει  πολλῇ  τῇ  εἰς  ὑμᾶς.  23 εἴτε  ὑπὲρ  Τίτου,  κοινωνὸς  ἐμὸς  καὶ  εἰς  ὑμᾶς  συνεργός·  εἴτε  ἀδελφοὶ  ἡμῶν,  ἀπόστολοι  ἐκκλησιῶν,  δόξα  Χριστοῦ.  24 τὴν  οὖν  ἔνδειξιν  τῆς  ἀγάπης  ὑμῶν  καὶ  ἡμῶν  καυχήσεως  ὑπὲρ  ὑμῶν  εἰς  αὐτοὺς  ἐνδεικνύμενοι  εἰς  πρόσωπον  τῶν  ἐκκλησιῶν. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

2 Corinthians 7
Top of Page
Top of Page