Nehemiah 11

<< Nehemiah 11 >>
Nehemiah 11 Greek OT: Septuagint with Diacritics
 

1καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν ιερουσαλημ καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν ιερουσαλημ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσιν 2καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν ιερουσαλημ

3καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας οἳ ἐκάθισαν ἐν ιερουσαλημ καὶ ἐν πόλεσιν ιουδα ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν ισραηλ οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων σαλωμων 4καὶ ἐν ιερουσαλημ ἐκάθισαν ἀπὸ υἱῶν ιουδα καὶ ἀπὸ υἱῶν βενιαμιν ἀπὸ υἱῶν ιουδα αθαια υἱὸς αζαια υἱὸς ζαχαρια υἱὸς αμαρια υἱὸς σαφατια υἱὸς μαλεληλ καὶ ἀπὸ υἱῶν φαρες 5καὶ μαασια υἱὸς βαρουχ υἱὸς χαλαζα υἱὸς οζια υἱὸς αδαια υἱὸς ιωριβ υἱὸς θηζια υἱὸς τοῦ σηλωνι 6πάντες υἱοὶ φαρες οἱ καθήμενοι ἐν ιερουσαλημ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως

7καὶ οὗτοι υἱοὶ βενιαμιν σηλω υἱὸς μεσουλαμ υἱὸς ιωαδ υἱὸς φαδαια υἱὸς κωλια υἱὸς μασαια υἱὸς αιθιηλ υἱὸς ιεσια 8καὶ ὀπίσω αὐτοῦ γηβι σηλι ἐννακόσιοι εἴκοσι ὀκτώ 9καὶ ιωηλ υἱὸς ζεχρι ἐπίσκοπος ἐπ' αὐτούς καὶ ιουδας υἱὸς ασανα ἐπὶ τῆς πόλεως δεύτερος

10ἀπὸ τῶν ἱερέων καὶ ιαδια υἱὸς ιωριβ ιαχιν 11σαραια υἱὸς ελκια υἱὸς μεσουλαμ υἱὸς σαδδουκ υἱὸς μαριωθ υἱὸς αϊτωβ ἀπέναντι οἴκου τοῦ θεοῦ 12καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου αμασι υἱὸς ζαχαρια υἱὸς φασσουρ υἱὸς μελχια 13ἄρχοντες πατριῶν διακόσιοι τεσσαράκοντα δύο καὶ αμεσσαι υἱὸς εσδριηλ 14καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ καὶ ἐπίσκοπος ἐπ' αὐτῶν βαδιηλ

15καὶ ἀπὸ τῶν λευιτῶν σαμαια υἱὸς ασουβ υἱὸς εζρι 16 17καὶ μαθανια υἱὸς μιχα καὶ ωβηδ υἱὸς σαμουι 18διακόσιοι ὀγδοήκοντα τέσσαρες

19καὶ οἱ πυλωροὶ ακουβ τελαμιν καὶ οἱ ἀδελφοὶ αὐτῶν ἑκατὸν ἑβδομήκοντα δύο

20 21

22καὶ ἐπίσκοπος λευιτῶν υἱὸς βανι οζι υἱὸς ασαβια υἱὸς μιχα ἀπὸ υἱῶν ασαφ τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ θεοῦ 23ὅτι ἐντολὴ τοῦ βασιλέως ἐπ' αὐτούς 24καὶ παθαια υἱὸς βασηζα πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν ῥῆμα τῷ λαῷ

25καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν καὶ ἀπὸ υἱῶν ιουδα ἐκάθισαν ἐν καριαθαρβοκ 26καὶ ἐν ιησου 27καὶ ἐν βεηρσαβεε 28 29 30καὶ ἐπαύλεις αὐτῶν λαχις καὶ ἀγροὶ αὐτῆς καὶ παρενεβάλοσαν ἐν βεηρσαβεε 31καὶ οἱ υἱοὶ βενιαμιν ἀπὸ γαβα μαχαμας 32 33 34 35 36καὶ ἀπὸ τῶν λευιτῶν μερίδες ιουδα τῷ βενιαμιν


<< Nehemiah 11 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible