Titus 1 Study Bible
Titus 1
Study Bible
Paul's Greeting to Titus

Παῦλος  δοῦλος  Θεοῦ,  ἀπόστολος  δὲ  Ἰησοῦ  Χριστοῦ  κατὰ  πίστιν  ἐκλεκτῶν  Θεοῦ  καὶ  ἐπίγνωσιν  ἀληθείας  τῆς  κατ’  εὐσέβειαν  ἐπ’  ἐλπίδι  ζωῆς  αἰωνίου,  ἣν  ἐπηγγείλατο    ἀψευδὴς  Θεὸς  πρὸ  χρόνων  αἰωνίων,  ἐφανέρωσεν  δὲ  καιροῖς  ἰδίοις  τὸν  λόγον  αὐτοῦ  ἐν  κηρύγματι    ἐπιστεύθην  ἐγὼ  κατ’  ἐπιταγὴν  τοῦ  Σωτῆρος  ἡμῶν  Θεοῦ, 

Τίτῳ  γνησίῳ  τέκνῳ  κατὰ  κοινὴν  πίστιν·  χάρις  καὶ  εἰρήνη  ἀπὸ  Θεοῦ  Πατρὸς  καὶ  Χριστοῦ  Ἰησοῦ  τοῦ  Σωτῆρος  ἡμῶν. 

Appointment of Elders on Crete

Τούτου  χάριν  ἀπέλιπόν  σε  ἐν  Κρήτῃ  ἵνα  τὰ  λείποντα  ἐπιδιορθώσῃ,  καὶ  καταστήσῃς  κατὰ  πόλιν  πρεσβυτέρους,  ὡς  ἐγώ  σοι  διεταξάμην,  εἴ  τίς  ἐστιν  ἀνέγκλητος,  μιᾶς  γυναικὸς  ἀνήρ,  τέκνα  ἔχων  πιστά,  μὴ  ἐν  κατηγορίᾳ  ἀσωτίας    ἀνυπότακτα.  δεῖ  γὰρ  τὸν  ἐπίσκοπον  ἀνέγκλητον  εἶναι  ὡς  Θεοῦ  οἰκονόμον,  μὴ  αὐθάδη,  μὴ  ὀργίλον,  μὴ  πάροινον,  μὴ  πλήκτην,  μὴ  αἰσχροκερδῆ,  ἀλλὰ  φιλόξενον,  φιλάγαθον,  σώφρονα,  δίκαιον,  ὅσιον,  ἐγκρατῆ,  ἀντεχόμενον  τοῦ  κατὰ  τὴν  διδαχὴν  πιστοῦ  λόγου,  ἵνα  δυνατὸς    καὶ  παρακαλεῖν  ἐν  τῇ  διδασκαλίᾳ  τῇ  ὑγιαινούσῃ  καὶ  τοὺς  ἀντιλέγοντας  ἐλέγχειν. 

Correcting False Teachers

10 Εἰσὶν  γὰρ  πολλοὶ  ‹καὶ›  ἀνυπότακτοι,  ματαιολόγοι  καὶ  φρεναπάται,  μάλιστα  οἱ  ἐκ  τῆς  περιτομῆς,  11 οὓς  δεῖ  ἐπιστομίζειν,  οἵτινες  ὅλους  οἴκους  ἀνατρέπουσιν  διδάσκοντες    μὴ  δεῖ  αἰσχροῦ  κέρδους  χάριν.  12 εἶπέν  τις  ἐξ  αὐτῶν  ἴδιος  αὐτῶν  προφήτης  Κρῆτες  ἀεὶ  ψεῦσται,  κακὰ  θηρία,  γαστέρες  ἀργαί.  13   μαρτυρία  αὕτη  ἐστὶν  ἀληθής.  δι’  ἣν  αἰτίαν  ἔλεγχε  αὐτοὺς  ἀποτόμως,  ἵνα  ὑγιαίνωσιν  ἐν  τῇ  πίστει,  14 μὴ  προσέχοντες  Ἰουδαϊκοῖς  μύθοις  καὶ  ἐντολαῖς  ἀνθρώπων  ἀποστρεφομένων  τὴν  ἀλήθειαν.  15 πάντα  καθαρὰ  τοῖς  καθαροῖς·  τοῖς  δὲ  μεμιαμμένοις  καὶ  ἀπίστοις  οὐδὲν  καθαρόν,  ἀλλὰ  μεμίανται  αὐτῶν  καὶ    νοῦς  καὶ    συνείδησις.  16 Θεὸν  ὁμολογοῦσιν  εἰδέναι,  τοῖς  δὲ  ἔργοις  ἀρνοῦνται,  βδελυκτοὶ  ὄντες  καὶ  ἀπειθεῖς  καὶ  πρὸς  πᾶν  ἔργον  ἀγαθὸν  ἀδόκιμοι. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

2 Timothy 4
Top of Page
Top of Page