An angel seals the servants of God in their foreheads. |
The number of those who were sealed of the tribes of Israel: 144,000. |
| 5 ἐκ φυλῆς Ἰοῦδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, |
| ἐκ φυλῆς ῾Ρουβὴν δώδεκα χιλιάδες, |
| ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες, |
| 6 ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, |
| ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες, |
| ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες, |
| 7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, |
| ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες, |
| ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες, |
| 8 ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, |
| ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, |
| ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι. |
Of all the other nations an innumerable multitude, which stand before the throne. |
| Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ |
| θρόνῳ καὶ τῷ ἀρνίῳ |
| 11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ 12 λέγοντες, |
| Ἀμήν, ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία |
| καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις |
| καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας |
| τῶν αἰώνων· ἀμήν. |
| 13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; |
Their robes were washed in the blood of the Lamb. |
| Οὗτοι εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης |
| καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν |
| καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου. |
| 15 διὰ τοῦτο εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ |
| καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, |
| καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ’ αὐτούς. |
| 16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι |
| οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος |
| οὐδὲ πᾶν καῦμα, |
| 17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτοὺς |
| καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων |
| καὶ
ἐξαλείψει
ὁ
θεὸς
πᾶν
δάκρυον
ἐκ
τῶν
ὀφθαλμῶν
αὐτῶν. |