22 Εἶπεν
δὲ
πρὸς
τοὺς
μαθητὰς·
ἐλεύσονται
ἡμέραι
ὅτε
ἐπιθυμήσετε
μίαν
τῶν
ἡμερῶν
τοῦ
υἱοῦ
τοῦ
ἀνθρώπου
ἰδεῖν
καὶ
οὐκ
ὄψεσθε.
23 καὶ
ἐροῦσιν
ὑμῖν·
ἰδοὺ
ἐκεῖ,
ἤ·
ἰδοὺ
ὧδε·
μὴ
ἀπέλθητε
μηδὲ
διώξητε.
24 ὥσπερ
γὰρ
ἡ
ἀστραπὴ
ἀστράπτουσα
ἐκ
τῆς
ὑπὸ
τὸν
οὐρανὸν
εἰς
τὴν
ὑπ’
οὐρανὸν
λάμπει,
οὕτως
ἔσται
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου.
25 πρῶτον
δὲ
δεῖ
αὐτὸν
πολλὰ
παθεῖν
καὶ
ἀποδοκιμασθῆναι
ἀπὸ
τῆς
γενεᾶς
ταύτης.
26 καὶ
καθὼς
ἐγένετο
ἐν
ταῖς
ἡμέραις
Νῶε,
οὕτως
ἔσται
καὶ
ἐν
ταῖς
ἡμέραις
τοῦ
υἱοῦ
τοῦ
ἀνθρώπου·
27 ἤσθιον,
ἔπινον,
ἐγάμουν,
ἐγαμίζοντο,
ἄχρι
ἧς
ἡμέρας
εἰσῆλθεν
Νῶε
εἰς
τὴν
κιβωτὸν
καὶ
ἦλθεν
ὁ
κατακλυσμὸς
καὶ
ἀπώλεσεν
πάντας.
28 ὁμοίως
καθὼς
ἐγένετο
ἐν
ταῖς
ἡμέραις
Λὼτ·
ἤσθιον,
ἔπινον,
ἠγόραζον,
ἐπώλουν,
ἐφύτευον,
ᾠκοδόμουν·
29 ᾗ
δὲ
ἡμέρᾳ
ἐξῆλθεν
Λὼτ
ἀπὸ
Σοδόμων,
ἔβρεξεν
πῦρ
καὶ
θεῖον
ἀπ’
οὐρανοῦ
καὶ
ἀπώλεσεν
πάντας.
30 κατὰ
τὰ
αὐτὰ
ἔσται
ᾗ
ἡμέρᾳ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ἀποκαλύπτεται.
31 ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
ὃς
ἔσται
ἐπὶ
τοῦ
δώματος
καὶ
τὰ
σκεύη
αὐτοῦ
ἐν
τῇ
οἰκίᾳ,
μὴ
καταβάτω
ἆραι
αὐτά,
καὶ
ὁ
ἐν
ἀγρῷ
ὁμοίως
μὴ
ἐπιστρεψάτω
εἰς
τὰ
ὀπίσω.
32 μνημονεύετε
τῆς
γυναικὸς
Λώτ.
33 ὃς
ἐὰν
ζητήσῃ
τὴν
ψυχὴν
αὐτοῦ
περιποιήσασθαι
ἀπολέσει
αὐτήν,
ὃς
δ’
ἂν
ἀπολέσει
ζῳογονήσει
αὐτήν.
34 λέγω
ὑμῖν,
ταύτῃ
τῇ
νυκτὶ
ἔσονται
δύο
ἐπὶ
κλίνης
μιᾶς,
ὁ
εἰς
παραλημφθήσεται
καὶ
ὁ
ἕτερος
ἀφεθήσεται·
35 ἔσονται
δύο
ἀλήθουσαι
ἐπὶ
τὸ
αὐτό,
ἡ
μία
παραλημφθήσεται,
ἡ
δὲ
ἑτέρα
ἀφεθήσεται.
37 καὶ
ἀποκριθέντες
λέγουσιν
αὐτῷ·
ποῦ,
κύριε;
ὁ
δὲ
εἶπεν
αὐτοῖς·
ὅπου
τὸ
σῶμα,
ἐκεῖ
καὶ
οἱ
ἀετοὶ
ἐπισυναχθήσονται. |