<< 1 Timothy 4 GRK >>



He foretells that in the latter times there shall be a departure from the faith.
   1   Τὸ  δὲ  πνεῦμα  ῥητῶς  λέγει  ὅτι  ἐν  ὑστέροις  καιροῖς  ἀποστήσονται  τινες  τῆς  πίστεως  προσέχοντες  πνεύμασιν  πλάνοις  καὶ  διδασκαλίαις  δαιμονίων,  2   ἐν  ὑποκρίσει  ψευδολόγων,  κεκαυστηριασμένων  τὴν  ἰδίαν  συνείδησιν,  3   κωλυόντων  γαμεῖν,  ἀπέχεσθαι  βρωμάτων,      θεὸς  ἔκτισεν  εἰς  μετάλημψιν  μετὰ  εὐχαριστίας  τοῖς  πιστοῖς  καὶ  ἐπεγνωκόσιν  τὴν  ἀλήθειαν.  4   ὅτι  πᾶν  κτίσμα  θεοῦ  καλὸν  καὶ  οὐδὲν  ἀπόβλητον  μετὰ  εὐχαριστίας  λαμβανόμενον·  5   ἁγιάζεται  γὰρ  διὰ  λόγου  θεοῦ  καὶ  ἐντεύξεως. 


And to the end that Timothy might not fail in doing his duty, he furnishes him with various precepts.
   6   Ταῦτα  ὑποτιθέμενος  τοῖς  ἀδελφοῖς  καλὸς  ἔσῃ  διάκονος  Χριστοῦ  Ἰησοῦ  ἐντρεφόμενος  τοῖς  λόγοις  τῆς  πίστεως  καὶ  τῆς  καλῆς  διδασκαλίας    παρηκολούθηκας·  7   τοὺς  δὲ  βεβήλους  καὶ  γραώδεις  μύθους  παραιτοῦ.  γύμναζε  δὲ  σεαυτὸν  πρὸς  εὐσέβειαν·  8     γὰρ  σωματικὴ  γυμνασία  πρὸς  ὀλίγον  ἐστιν  ὠφέλιμος,    δὲ  εὐσέβεια  πρὸς  πάντα  ὠφέλιμος  ἐστιν  ἐπαγγελίαν  ἔχουσα  ζωῆς  τῆς  νῦν  καὶ  τῆς  μελλούσης.  9   πιστὸς    λόγος  καὶ  πάσης  ἀποδοχῆς  ἄξιος·  10   εἰς  τοῦτο  γὰρ  κοπιῶμεν  καὶ  ἀγωνιζόμεθα,  ὅτι  ἠλπίκαμεν  ἐπὶ  θεῷ  ζῶντι,  ὅς  ἐστιν  σωτὴρ  πάντων  ἀνθρώπων  μάλιστα  πιστῶν. 
   11   Παράγγελλε  ταῦτα  καὶ  δίδασκε.  12   μηδείς  σου  τῆς  νεότητος  καταφρονείτω  ἀλλὰ  τύπος  γίνου  τῶν  πιστῶν  ἐν  λόγῳ  ἐν  ἀναστροφῇ,  ἐν  ἀγάπῃ,  ἐν  πίστει,  ἐν  ἁγνείᾳ.  13   ἕως  ἔρχομαι  πρόσεχε  τῇ  ἀναγνώσει,  τῇ  παρακλήσει,  τῇ  διδασκαλίᾳ.  14   μὴ  ἀμέλει  τοῦ  ἐν  σοὶ  χαρίσματος,    ἐδόθη  σοι  διὰ  προφητείας  μετὰ  ἐπιθέσεως  τῶν  χειρῶν  τοῦ  πρεσβυτερίου.  15   ταῦτα  μελέτα,  ἐν  τούτοις  ἴσθι,  ἵνα  σου    προκοπὴ  φανερὰ    πᾶσιν.  16   ἔπεχε  σεαυτῷ  καιͅ  τῇ  διδασκαλίᾳ,  ἐπίμενε  αὐτοῖς·  τοῦτο  γὰρ  ποιῶν  καὶ  σεαυτὸν  σώσεις  καὶ  τοὺς  ἀκούοντας  σου. 

<< 1 Timothy 4 >>
Biblos Greek and Hebrew Study Bible © 2010 Biblos.com
Online Parallel Bible