1 Αὐτοὶ
γὰρ
οἴδατε,
ἀδελφοί,
τὴν
εἴσοδον
ἡμῶν
τὴν
πρὸς
ὑμᾶς
ὅτι
οὐ
κενὴ
γέγονεν,
2 ἀλλὰ
προπαθόντες
καὶ
ὑβρισθέντες,
καθὼς
οἴδατε,
ἐν
Φιλίπποις
ἐπαρρησιασάμεθα
ἐν
τῷ
θεῷ
ἡμῶν
λαλῆσαι
πρὸς
ὑμᾶς
τὸ
εὐαγγέλιον
τοῦ
θεοῦ
ἐν
πολλῷ
ἀγῶνι.
3 ἡ
γὰρ
παράκλησις
ἡμῶν
οὐκ
ἐκ
πλάνης
οὐδὲ
ἐξ
ἀκαθαρσίας
οὐδὲ
ἐν
δόλῳ,
4 ἀλλὰ
καθὼς
δεδοκιμάσμεθα
ὑπὸ
τοῦ
θεοῦ
πιστευθῆναι
τὸ
εὐαγγέλιον,
οὕτως
λαλοῦμεν,
οὐχ
ὡς
ἀνθρώποις
ἀρέσκοντες
ἀλλὰ
θεῷ
τῷ
δοκιμάζοντι
τὰς
καρδίας
ἡμῶν.
5 οὔτε
γὰρ
ποτε
ἐν
λόγῳ
κολακείας
ἐγενήθημεν,
καθὼς
οἴδατε,
οὔτε
προφάσει
πλεονεξίας,
θεὸς
μάρτυς,
6 οὔτε
ζητοῦντες
ἐξ
ἀνθρώπων
δόξαν
οὔτε
ἀφ’
ὑμῶν
οὔτε
ἀπ’
ἄλλων,
7 δυνάμενοι
ἐν
βάρει
εἶναι
ὡς
Χριστοῦ
ἀπόστολοι,
ἀλλὰ
ἐγενήθημεν
νήπιοι
ἐν
μέσῳ
ὑμῶν,
ὡς
ἐὰν
τροφὸς
θάλπη
τὰ
ἑαυτῆς
τέκνα,
8 οὕτως
ὁμειρόμενοι
ὑμῶν
εὐδοκοῦμεν
μεταδοῦναι
ὑμῖν
οὐ
μόνον
τὸ
εὐαγγέλιον
τοῦ
θεοῦ
ἀλλὰ
καὶ
τὰς
ἑαυτῶν
ψυχάς,
διότι
ἀγαπητοὶ
ἡμῖν
ἐγενήθητε.
9 μνημονεύετε
γὰρ,
ἀδελφοί,
τὸν
κόπον
ἡμῶν
καὶ
τὸν
μόχθον·
νυκτὸς
καὶ
ἡμέρας
ἐργαζόμενοι
πρὸς
τὸ
μὴ
ἐπιβαρῆσαι
τινα
ὑμῶν
ἐκηρύξαμεν
εἰς
ὑμᾶς
τὸ
εὐαγγέλιον
τοῦ
θεοῦ.
10 ὑμεῖς
μάρτυρες
καὶ
ὁ
θεὸς
ὡς
ὁσίως
καὶ
δικαίως
καὶ
ἀμέμπτως
ὑμῖν
τοῖς
πιστεύουσιν
ἐγενήθημεν,
11 καθάπερ
οἴδατε,
ὡς
ἕνα
ἕκαστον
ὑμῶν
ὡς
πατὴρ
τέκνα
ἑαυτοῦ
12 παρακαλοῦντες
ὑμᾶς
καὶ
παραμυθούμενοι
καὶ
μαρτυρόμενοι
εἰς
τὸ
περιπατεῖν
ὑμᾶς
ἀξίως
τοῦ
θεοῦ
τοῦ
καλοῦντος
ὑμᾶς
εἰς
τὴν
ἑαυτοῦ
βασιλείαν
καὶ
δόξαν.
|