He warns them not to believe all who boast of the Spirit; |
and exhorts to brotherly love. |
13 Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. 14 καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. 15 ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς Χριστὸς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῳ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ. 16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. |
Ὁ
θεὸς
ἀγάπη
ἐστιν,
καὶ
ὁ
μένων
ἐν
τῇ
ἀγάπῃ
ἐν
τῷ
θεῷ
μένει
καὶ
ὁ
θεὸς
ἐν
αὐτῷ
μένει.
17 ἐν
τούτῷ
τετελείωται
ἡ
ἀγάπη
μεθ’
ἡμῶν,
ἵνα
παρρησίαν
ἔχωμεν
ἐν
τῇ
ἡμέρα
τῆς
κρίσεως,
ὅτι
καθὼς
ἐκεῖνος
ἐστιν
καὶ
ἡμεῖς
ἐσμεν
ἐν
τῷ
κόσμῳ
τούτῳ.
18 φόβος
οὐκ
ἐστιν
ἐν
τῇ
ἀγάπῃ
ἀλλ’
ἡ
τελεία
ἀγάπη
ἔξω
βάλλει
τὸν
φόβον,
ὅτι
ὁ
φόβος
κόλασιν
ἔχει,
ὁ
δὲ
φοβούμενος
οὐ
τετελείωται
ἐν
τῇ
ἀγάπῃ.
19 ἡμεῖς
ἀγαπῶμεν,
ὅτι
αὐτὸς
πρῶτος
ἠγάπησεν
ἡμᾶς.
20 ἐὰν
τις
εἴπη
ὅτι
ἀγαπῶ
τὸν
θεὸν
καὶ
τὸν
ἀδελφὸν
αὐτοῦ
μισῇ,
ψεύστης
ἐστίν·
ὁ
γὰρ
μὴ
ἀγαπῶν
τὸν
ἀδελφὸν
αὐτοῦ
ὃν
ἑώρακεν,
τὸν
θεὸν
ὃν
οὐχ
ἑώρακεν
οὐ
δύναται
ἀγαπᾶν.
21 καὶ
ταύτην
τὴν
ἐντολὴν
ἔχομεν
ἀπ’
αὐτοῦ,
ἵνα
ὁ
ἀγαπῶν
τὸν
θεὸν
ἀγαπᾷ
καὶ
τὸν
ἀδελφὸν
αὐτοῦ. |