Nehemiah 7
Swete's Septuagint ABP ▾  HEB ▾ 

Securing the City

1Καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος, καὶ ἔστησα τὰς θύρας, καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευεῖται. 2καὶ ἐνετειλάμην τῷ Ἁνανίᾳ ἀδελφῷ μου καὶ τῷ Ἁνανίᾳ ἄρχοντι τῆς βειρὰ ἐν Ἰερουσαλήν, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς· 3καὶ εἶπα αὐτοῖς Οὐκ ἀνοιγήσονται πύλαι Ἰερουσαλὴμ ἕως ἅμα τῷ ἡλίῳ, καὶ ἔτι αὐτῶν ἐγρηγορούντων κλείσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν· καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ἰερουσαλήμ, ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ, καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ.

Census of First Returned Exiles

4καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι.

5Καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου, καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ

6Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ καὶ εἰς Ἰουδὰ ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ 7μετὰ Ζοροβαβὲλ καὶ Ἰησοῦ καὶ Νεεμία· Ἀζαριά, Νααμιά, Ναεμάνει, Μαλδόχεος, Βαλσάν, Μασφέραν, Ἐσρά, Βατοεί, Ναούμ, Βαανά, Μασφάρ. ἄνδρες υἱοῦ Ἰσραήλ· 8υἱοὶ Φόρος, δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο· 9υἱοὶ Σαφατιά, τριακόσιοι ἑβδομήκοντα δύο· 10υἱοὶ Ἠρά, ἑξακόσιοι πεντήκοντα δύο· 11υἱοὶ Φααθμωὰβ τοῖς υἱοῖς Ἰησοῦ Ἰωβάβ, δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ· 12υἱοὶ Αἰλάμ, χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες· 13υἱοὶ Ζαθουιά, ὀκτακόσιοι τεσσεράκοντα· 14υἱοὶ Ζαθού, ὀκτακόσιοι ἑξήκοντα· 15υἱοὶ Βανουί, ἑξακόσιοι τεσσεράκοντα ὀκτώ· 16υἱοὶ Βηβί, ἑξακόσιοι εἴκοσι ὀκτώ· 17υἱοὶ Ἀσγάδ, δισχίλιοι τριακόσιοι εἴκοσι ὀκτώ· 18υἱοὶ Ἀδεικάμ, ἑξακόσιοι ἑξήκοντα ἑπτά· 19υἱοὶ Βατοεί, δισχίλιοι ἑξήκοντα ἑπτά· 20υἱοὶ Ἠδείν, ἑξακόσιοι πεντήκοντα πέντε· 21υἱοὶ Ἀτὴρ τῷ Ἑζεκίᾳ, ἐνενήκοντα ὀκτώ· 22υἱοὶ Ἡσάμ, τριακόσιοι εἴκοσι ὀκτώ· 23υἱοὶ Βεσεί, τριακόσιοι εἴκοσι τέσσαρες· 24υἱοὶ Ἁρείφ, ἑκατὸν δώδεκα· 25υἱοὶ Γαβαών, ἐνενήκοντα πέντε· 26 27 28ἄνδρες Βηθασμώθ, τεσσεράκοντα δύο· 29ἄνδρες Καριθιαρείμ, Καφειρὰ καὶ Βηρώς, ἑπτακόσιοι εἴκοσι εἷς· 30ἄνδρες Ἁραμὰ καὶ Τάμαλ, ἑξακόσιοι εἴκοσι εἷς· 31ἄνδρες Μαχεμάς, ἑκατὸν εἴκοσι δύο· 32ἄνδρες Βηθὴλ καὶ Ἁλειά, ἑκατὸν εἴκοσι τρεῖς· 33ἄνδρες Ναβιὰ ἀάρ, πεντήκοντα δύο· 34ἄνδρες Ἠλὰμ ἀάρ, χίλιοι διακόσιοι πεντήκοντα· 35υἱοὶ Ἡράμ, τριακόσιοι εἴκοσι· 36υἱοὶ Ἰερειχώ, τριακόσιοι τεσσεράκοντα πέντε· 37υἱοὶ Λόδ, Ἁδιὰ καὶ Ὠνώ, ἑπτακόσιοι εἴκοσι εἷς· 38υἱοὶ Σανανάτ, ἐννακόσιοι τριάκοντα.

The Priests

39οἱ ἱερεῖς, υἱοὶ Ἰωδᾶε εἰς οἶκον Ἰησοῦ, ἐννακόσιοι ἑβδομήκοντα τρεῖς· 40υἱοὶ χίλιοι πεντήκοντα δύο· 41υἱοὶ Φασεδούρ, ας᾽ τεσσεράκοντα ἑπτά· 42υἱοὶ Ἡράμ, χίλιοι δέκα ἑπτά.

The Levites

43οἱ Λευεί, υἱοὶ Ἰησοῦ τῷ Καβδιὴλ τοῖς υἱοῖς τοῦ Θουδουιά, ἑβδομήκοντα τέσσαρες· 44οἱ ᾄδοντες, υἱοὶ Ἀσάφ, ἑκατὸν τεσσεράκοντα ὀκτώ· 45οἱ πυλωροί, υἱοὶ Σαλούμ, υἱοὶ Ἀτὴρ υἱοῦ Ἀτήρ, υἱοὶ Τελαμών, υἱοὶ Ἀκού, υἱοὶ Ἁτειτά, υἱοὶ Σαβεί, ἑκατὸν τριάκοντα ὀκτώ.

The Temple Servants

46οἱ Ναθεινείμ· υἱοὶ Σηά, υἱοὶ Ἁσφά, υἱοὶ Γαβαώθ, 47υἱοὶ Κειρά, υἱοὶ Ἀσουιά, υἱοὶ Φαδών, 48υἱοὶ Λαβανά, υἱοὶ Ἁγαβά, υἱοὶ Σαλαμεί, 49υἱοὶ Ἁνάν, υἱοὶ Γαδήλ, 50υἱοὶ Ῥαεά, υἱοὶ Ῥασών, υἱοὶ Νεκωδά, 51υἱοὶ Γηζάμ, υἱοὶ Ὀζεί, υἱοὶ Φεσή, 52υἱοὶ Βησεί, υἱοὶ Μεσεινώμ, υἱοὶ Νεφωσασεί, 53υἱοὶ Βακβού, υἱοὶ Ἁχειφά, υἱοὶ Ἁρούμ, 54υἱοὶ Βασαώθ, υἱοὶ Μεειδά, υἱοὶ Ἁδασάν, 55υἱοὶ Βαρκοῦε, υἱοὶ Σεδειράθ, υἱοὶ Ἧμαθ, 56υἱοὶ Ἀσειά, υἱοὶ Ἁτειφά.

Descendants of Solomon's Servants

57υἱοὶ δούλων Σαλωμών· υἱοὶ Σουτεί, υἱοὶ Σαφάραθ, υἱοὶ Φερειδά, 58υἱοὶ Ἰελήλ, υἱοὶ Δορκών, υἱοὶ Γαδήλ, 59υἱοὶ Σαφατιά, υἱοὶ Ἑγήλ, υἱοὶ Φακάραθ, υἱοὶ Σαβαείμ, υἱοὶ Ἠμείμ·

60πάντες οἱ Ναθεινεὶμ καὶ υἱοὶ δούλων Σαλωμὼν τριακόσιοι ἐνενήκοντα δύο.

61καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμέλεθ· Ἁρησά, Χαρούβ, Ἠρών, Ἰεμήρ· καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ἰσραήλ εἰσιν· 62υἱοὶ Δαλεά, υἱοὶ Τωβιά, υἱοὶ Νεκωδά, ἑξακόσιοι τεσσεράκοντα δύο·

Priests who Could Not Find Their Pedigree

63καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Ἑβειά, υἱοὶ Ἁκώς, υἱοὶ Βερζελλεί, ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλεὶ τοῦ Γαλααδείτου γυναῖκας καὶ ἐκλήθη ἐπ᾽ ὀνόματι αὐτῶν· 64οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας. 65καὶ εἶπεν Ἁσερσαθὰ ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων.

Accounting of People and Offerings

66καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ὀκτώ, 67παρὲξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσεράκοντα πέντε· 68 69ὄνοι δισχίλιοι ἑπτακόσιοι.

70καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμίᾳ εἰς θησαυρὸν χρυσοῦς, α, φιάλας πεντήκοντα καὶ μεχωνὼθ τῶν ἱερέων τριάκοντα. 71καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔθηκαν εἰς θησαυρὸν τοῦ ἔτους, τοῦ χρυσίου δύο μυριάδας, καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας, 72καὶ μεχωνὼθ τῶν ἱερέων ἑξήκοντα ἑπτά.

73καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ Ναθεινεὶμ καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Nehemiah 6
Top of Page
Top of Page