Zechariah 13
Berean Greek Bible Par ▾ 

An End to Idolatry

1Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος τῷ οἴκῳ Δαυεὶδ καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν χωρισμόν.

2καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος σαβαώθ, ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. 3καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτόν Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπ᾽ ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτόν, ἐν τῷ προφητεύειν αὐτόν. 4καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ᾽ ὧν ἐψεύσαντο. 5καὶ ἐρεῖ Οὐκ εἰμὶ προφήτης ἐγώ, διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι, ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου. 6καὶ ἐρεῖ πρὸς αὐτόν Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου.

The Shepherd Struck, the Sheep Scattered
(Matthew 26:31–35; Mark 14:27–31)

7Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ᾽ ἄνδρα πολίτην μου, λέγει Κύριος Παντοκράτωρ· πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς μικρούς.a

8καὶ ἔσται ἐν πάσῃ τῇ γῇ, λέγει Κύριος, τὰ δύο μέρη αὐτῆς ἐξολεθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ·

9καὶ διάξω τὸ τρίτον διὰ πυρός, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ, καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ θεός μου.


Footnotes:

7 a Cited in Matthew 26:31 and Mark 14:27


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Zechariah 12
Top of Page
Top of Page