Israel Will Reap the Whirlwind 1Εἰς κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπ᾽ οἶκον Κυρίου, ἀνθ᾽ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου. 2ἐμὲ κεκράξονται Ὁ θεός, ἐγνώκαμέν σε. 3ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθά, ἐχθρὸν κατεδίωξαν· 4ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι᾽ ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι, τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολοθρευθῶσιν. 5ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παροξύνθη ὁ θυμός μου ἐπ᾽ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναιa 6ἐν τῷ Ἰσραήλ; καὶ αὐτὸ τέκτων ἐποίησεν καὶ οὐ θεός ἐστιν· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια. 7ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτά. 8κατεπόθη Ἰσραήλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον. 9ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλεν καθ᾽ ἑαυτὸν Ἐφράιμ, δῶρα ἠγάπησαν, 10διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας. 11ὅτι ἐπλήθυνεν Ἐφράιμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα. 12καταγράψω αὐτῷ πλῆθος, καὶ τὰ νόμιμά μου εἰς ἀλλότρια ἐλογίσθησαν· θυσιαστήρια τὰ ἠγαπημένα. 13διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα, Κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται. 14καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτόν, καὶ ᾠκοδόμησαν τεμένη· καὶ Ἰούδας ἐπλήθυνεν πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν. Footnotes: 5 a See 1 Kings 12:29. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |