Esther 10
Berean Greek Bible Par ▾ 

Tribute to Xerxes and Mordecai

1Ἔγραψεν δὲ ὁ βασιλεὺς ἐπὶ τὴν βασιλείαν τῆς γῆς καὶ τῆς θαλάσσης. 2καὶ τὴν ἰσχὺν αὐτοῦ καὶ ἀνδραγαθίαν, πλοῦτόν τε καὶ δόξαν τῆς βασιλείας αὐτοῦ, ἰδοὺ γέγραπται ἐν βιβλίῳ βασιλέων Περσῶν καὶ Μήδων εἰς μνημόσυνον. 3ὁ δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα Ἀρταξέρξην, καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ καὶ δεδοξασμένος ὑπὸ τῶν Ἰουδαίων· καὶ φιλούμενος διηγεῖτο τὴν ἀγωγὴν παντὶ τῷ ἔθνει αὐτοῦ. 1 Καὶ εἶπεν Μαρδοχαῖος Παρὰ τοῦ θεοῦ ἐγένετο ταῦτα. 2 ἐμνήσθην γὰρ περὶ τοῦ ἐνυπνίου οὗ εἶδον περὶ τῶν λόγων τούτων, οὐδὲ γὰρ παρῆλθεν ἀπ᾽ αὐτῶν λόγος· 3 ἡ μικρὰ πηγὴ ἣ ἐγένετο ποταμός, καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ. Ἐσθήρ ἐστιν ὁ ποταμός, ἣν ἐγάμησεν ὁ βασιλεὺς καὶ ἐποίησεν βασίλισσαν· 4 οἱ δὲ δύο δράκοντες, ἐγώ εἰμι καὶ Ἁμάν· 5 τὰ δὲ ἔθνη, τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν Ἰουδαίων· 6 τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν Ἰσραὴλ οἱ βοήσαντες πρὸς τὸν θεὸν καὶ σωθέντες. καὶ ἔσωσεν Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐρρύσατο Κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων· καὶ ἐποίησεν ὁ θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσιν. 7 διὰ τοῦτο ἐποίησεν κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ θεοῦ καὶ ἕνα πᾶσι τοῖς ἔθνεσιν· 8 καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον τοῦ θεοῦ καὶ πᾶσι τοῖς ἔθνεσιν, 9 καὶ ἐμνήσθη ὁ θεὸς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐδικαίωσεν τὴν κληρονομίαν ἑαυτοῦ. 10 καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ Ἀδάρ, τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνός, μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ θεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ Ἰσραήλ. 11 Ἔτους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας εἰσήνεγκεν Δοσίθεος, ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευείτης, καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραί, ἣν ἔφασαν εἶναι καὶ ἑρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τῶν ἐν Ἰερουσαλήμ.⸃

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Esther 9
Top of Page
Top of Page