1 Chronicles 20
Berean Greek Bible Par ▾ 

The Capture of Rabbah
(2 Samuel 12:26–31)

1Καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ἰωὰβ πᾶσαν τὴν δὺναμιν τῆς στρατείας, καὶ ἔφθειραν τὴν χώραν υἱῶν Ἀμμών· καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν Ῥάββαν. καὶ Δαυεὶδ ἐκάθητο ἐν Ἰερουσαλήμ· καὶ ἐπάταξεν τὴν Ῥαββὰ καὶ κατέσκαψεν αὐτήν. 2καὶ ἔλαβεν Δαυεὶδ τὸν στέφανον Μολχὸλ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυείδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα.a 3καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς, καὶ οὕτως ἐποίησεν Δαυεὶδ τοῖς παισὶν υἱοῖς Ἀμμών· καὶ ἀνέστρεψεν Δαυεὶδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ἰερουσαλήμ.

Battles against the Philistines
(2 Samuel 21:15–22)

4Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γάζερ μετὰ τῶν ἀλλοφύλων· τότε ἐπάταξεν Σοβοχαὶ Θωσαθεὶ τὸν Σαφοὺτ ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν.b 5καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων, καὶ ἐπάταξεν Ἐλλὰν υἱὸς Ἰαεὶρ τὸν Ἐλεμεὲ ἀδελφὸν Γολιὰθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.c 6καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἓξ, εἴκοσι τέσσαρες· καὶ οὗτος ἦν ἀπόγονος γιγάντων. 7καὶ ὠνείδισεν τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωναθὰν υἱὸς Σαμαά, υἱὸς ἀδελφοῦ Δαυείδ. 8οὗτος ἐγένετο Ῥαφὰ ἐν Γέθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυεὶδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.


Footnotes:

2 a See Leviticus 18:21 and 1 Kings 11:7.
4 b See 2 Samuel 21:18.
5 c See 2 Samuel 21:19.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Chronicles 19
Top of Page
Top of Page