Psalm 138
Berean Greek Bible Par ▾ 

A Thankful Heart

1Τῷ Δαυείδ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου· καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.

2προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ ἅγιόν σου.

3ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει πολλῇ.

4ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου·

5καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι ἡ δόξα Κυρίου μεγάλη·

6ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.

7ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπ᾽ ὀργὴν ἐχθρῶν ἐξέτεινας χεῖράς μου, καὶ ἔσωσέν με ἡ δεξιά σου.

8Κύριε, ἀνταποδώσεις ὑπὲρ ἐμοῦ· Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 137
Top of Page
Top of Page