Psalm 122
Berean Greek Bible Par ▾ 

Pray for the Peace of Jerusalem

1ᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι Εἰς οἶκον Κυρίου πορευσόμεθα·

2ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἰερουσαλήμ.

3Ἰερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.

4ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ Κυρίου, μαρτύριον τοῦ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου·

5ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυείδ,

6καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε· ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τῇ Ἰερουσαλήμ.

7γενέσθω δὴ εἰρήνη σου ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσίν σου,

8ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου. ἐλάλουν δὲ εἰρήνην περὶ σοῦ·

9ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησά σοι.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 121
Top of Page
Top of Page