Revelation 7 Beza Greek New Testament 1598 1Καὶ ταῦτα εἶδον μετὰ τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ πᾶν δένδρον. 2Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβάντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, 3Λέγων, Μὴ ἀδικησητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρι οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. 4Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδ΄ χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· 5Ἐκ φυλῆς Ἰούδα, ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ῥουβὴν, ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Γὰδ, ιβ' χιλιάδες ἐσφραγισμένοι· 6Ἐκ φυλῆς Ἀσὴρ ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Νεφθαλὶμ, ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Μανασσῆ ιβ' χιλιάδες ἐσφραγισμένοι· 7Ἐκ φυλῆς Συμεὼν, ιβ' χιλιάδες, ἐσφραγισμένοι· ἐκ φυλῆς Λευῒ, ιβ' χιλιάδες, ἐσφραγισμένοι· ἐκ φυλῆς Ἰσσαχὰρ, ιβ' χιλιάδες ἐσφραγισμένοι· 8Ἐκ φυλῆς Ζαβουλὼν, ιβ' χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ἰωσὴφ ιβ' χιλιάδες, ἐσφραγισμένοι· ἐκ φυλῆς Βενιαμὶν ιβ' χιλιάδες ἐσφραγισμένοι. 9Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς· καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν. 10Καὶ κράζοντες φωνῇ μεγάλῃ, λέγοντες Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ. 11Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ, 12Λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. 13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον; 14Καὶ εἴρηκα αὐτῷ, Κύριέ, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης· καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν στολὰς αὐτῶν ἐν τῷ αἵματι τοῦ ἀρνίου. 15Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, σκηνώσει ἐπ᾽ αὐτούς. 16Οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα. 17Ὅτι τὸ ἀρνίον τὸν ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτοὺς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζώσας πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δακρύον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. |