2 Corinthians 3
Study Bible
Ministers of a New Covenant

Ἀρχόμεθα  πάλιν  ἑαυτοὺς  συνιστάνειν;    μὴ  χρῄζομεν  ὥς  τινες  συστατικῶν  ἐπιστολῶν  πρὸς  ὑμᾶς    ἐξ  ὑμῶν;    ἐπιστολὴ  ἡμῶν  ὑμεῖς  ἐστε,  ἐνγεγραμμένη  ἐν  ταῖς  καρδίαις  ἡμῶν,  γινωσκομένη  καὶ  ἀναγινωσκομένη  ὑπὸ  πάντων  ἀνθρώπων,  φανερούμενοι  ὅτι  ἐστὲ  ἐπιστολὴ  Χριστοῦ  διακονηθεῖσα  ὑφ’  ἡμῶν,  ἐνγεγραμμένη  οὐ  μέλανι  ἀλλὰ  Πνεύματι  Θεοῦ  ζῶντος,  οὐκ  ἐν  πλαξὶν  λιθίναις  ἀλλ’  ἐν  πλαξὶν  καρδίαις  σαρκίναις. 

Πεποίθησιν  δὲ  τοιαύτην  ἔχομεν  διὰ  τοῦ  Χριστοῦ  πρὸς  τὸν  Θεόν.  οὐχ  ὅτι  ἀφ’  ἑαυτῶν  ἱκανοί  ἐσμεν  λογίσασθαί  τι  ὡς  ἐξ  ἑαυτῶν,  ἀλλ’    ἱκανότης  ἡμῶν  ἐκ  τοῦ  Θεοῦ,  ὃς  καὶ  ἱκάνωσεν  ἡμᾶς  διακόνους  καινῆς  διαθήκης,  οὐ  γράμματος  ἀλλὰ  πνεύματος·  τὸ  γὰρ  γράμμα  ἀποκτέννει*,  τὸ  δὲ  πνεῦμα  ζωοποιεῖ. 

The Glory of the New Covenant

Εἰ  δὲ    διακονία  τοῦ  θανάτου  ἐν  γράμμασιν  ἐντετυπωμένη  λίθοις  ἐγενήθη  ἐν  δόξῃ,  ὥστε  μὴ  δύνασθαι  ἀτενίσαι  τοὺς  υἱοὺς  Ἰσραὴλ  εἰς  τὸ  πρόσωπον  Μωϋσέως  διὰ  τὴν  δόξαν  τοῦ  προσώπου  αὐτοῦ  τὴν  καταργουμένην,  πῶς  οὐχὶ  μᾶλλον    διακονία  τοῦ  πνεύματος  ἔσται  ἐν  δόξῃ;  εἰ  γὰρ  τῇ*  διακονία  τῆς  κατακρίσεως  δόξα,  πολλῷ  μᾶλλον  περισσεύει    διακονία  τῆς  δικαιοσύνης  δόξῃ.  10 καὶ  γὰρ  οὐ  δεδόξασται  τὸ  δεδοξασμένον  ἐν  τούτῳ  τῷ  μέρει  εἵνεκεν  τῆς  ὑπερβαλλούσης  δόξης.  11 εἰ  γὰρ  τὸ  καταργούμενον  διὰ  δόξης,  πολλῷ  μᾶλλον  τὸ  μένον  ἐν  δόξῃ. 

12 Ἔχοντες  οὖν  τοιαύτην  ἐλπίδα  πολλῇ  παρρησίᾳ  χρώμεθα,  13 καὶ  οὐ  καθάπερ  Μωϋσῆς  ἐτίθει  κάλυμμα  ἐπὶ  τὸ  πρόσωπον  αὐτοῦ,  πρὸς  τὸ  μὴ  ἀτενίσαι  τοὺς  υἱοὺς  Ἰσραὴλ  εἰς  τὸ  τέλος  τοῦ  καταργουμένου.  14 ἀλλὰ  ἐπωρώθη  τὰ  νοήματα  αὐτῶν.  ἄχρι  γὰρ  τῆς  σήμερον  ἡμέρας  τὸ  αὐτὸ  κάλυμμα  ἐπὶ  τῇ  ἀναγνώσει  τῆς  παλαιᾶς  διαθήκης  μένει,  μὴ  ἀνακαλυπτόμενον,  ὅτι  ἐν  Χριστῷ  καταργεῖται·  15 ἀλλ’  ἕως  σήμερον  ἡνίκα  ἂν  ἀναγινώσκηται  Μωϋσῆς  κάλυμμα  ἐπὶ  τὴν  καρδίαν  αὐτῶν  κεῖται·  16 ἡνίκα  δὲ  ἐὰν  ἐπιστρέψῃ  πρὸς  Κύριον,  περιαιρεῖται  τὸ  κάλυμμα.  17   δὲ  Κύριος  τὸ  Πνεῦμά  ἐστιν·  οὗ  δὲ  τὸ  Πνεῦμα  Κυρίου,  ἐλευθερία.  18 ἡμεῖς  δὲ  πάντες  ἀνακεκαλυμμένῳ  προσώπῳ  τὴν  δόξαν  Κυρίου  κατοπτριζόμενοι  τὴν  αὐτὴν  εἰκόνα  μεταμορφούμεθα  ἀπὸ  δόξης  εἰς  δόξαν,  καθάπερ  ἀπὸ  Κυρίου  Πνεύματος. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

2 Corinthians 2
Top of Page
Top of Page