1 Corinthians 12
Study Bible
Spiritual Gifts Bestowed

Περὶ  δὲ  τῶν  πνευματικῶν,  ἀδελφοί,  οὐ  θέλω  ὑμᾶς  ἀγνοεῖν.  Οἴδατε  ὅτι  ὅτε  ἔθνη  ἦτε  πρὸς  τὰ  εἴδωλα  τὰ  ἄφωνα  ὡς  ἂν  ἤγεσθε  ἀπαγόμενοι.  διὸ  γνωρίζω  ὑμῖν  ὅτι  οὐδεὶς  ἐν  Πνεύματι  Θεοῦ  λαλῶν  λέγει  ΑΝΑΘΕΜΑ  ΙΗΣΟΥΣ,  καὶ  οὐδεὶς  δύναται  εἰπεῖν  ΚΥΡΙΟΣ  ΙΗΣΟΥΣ,  εἰ  μὴ  ἐν  Πνεύματι  Ἁγίῳ. 

Διαιρέσεις  δὲ  χαρισμάτων  εἰσίν,  τὸ  δὲ  αὐτὸ  Πνεῦμα·  καὶ  διαιρέσεις  διακονιῶν  εἰσιν,  καὶ    αὐτὸς  Κύριος·  καὶ  διαιρέσεις  ἐνεργημάτων  εἰσίν,  (καὶ)    δὲ  αὐτὸς  Θεός    ἐνεργῶν  τὰ  πάντα  ἐν  πᾶσιν.  ἑκάστῳ  δὲ  δίδοται    φανέρωσις  τοῦ  Πνεύματος  πρὸς  τὸ  συμφέρον.    μὲν  γὰρ  διὰ  τοῦ  Πνεύματος  δίδοται  λόγος  σοφίας,  ἄλλῳ  δὲ  λόγος  γνώσεως  κατὰ  τὸ  αὐτὸ  Πνεῦμα,  ἑτέρῳ  πίστις  ἐν  τῷ  αὐτῷ  Πνεύματι,  ἄλλῳ  δὲ  χαρίσματα  ἰαμάτων  ἐν  τῷ  ἑνὶ  Πνεύματι,  10 ἄλλῳ  δὲ  ἐνεργήματα  δυνάμεων,  ἄλλῳ  δὲ  προφητεία,  ἄλλῳ  δὲ  διακρίσεις  πνευμάτων,  ἑτέρῳ  γένη  γλωσσῶν,  ἄλλῳ  δὲ  ἑρμηνεία  γλωσσῶν·  11 πάντα  δὲ  ταῦτα  ἐνεργεῖ  τὸ  ἓν  καὶ  τὸ  αὐτὸ  Πνεῦμα,  διαιροῦν  ἰδίᾳ  ἑκάστῳ  καθὼς  βούλεται. 

Many Members, One Body

12 Καθάπερ  γὰρ  τὸ  σῶμα  ἕν  ἐστιν  καὶ  μέλη  πολλὰ  ἔχει,  πάντα  δὲ  τὰ  μέλη  τοῦ  σώματος  πολλὰ  ὄντα  ἕν  ἐστιν  σῶμα,  οὕτως  καὶ    Χριστός·  13 καὶ  γὰρ  ἐν  ἑνὶ  Πνεύματι  ἡμεῖς  πάντες  εἰς  ἓν  σῶμα  ἐβαπτίσθημεν,  εἴτε  Ἰουδαῖοι  εἴτε  Ἕλληνες,  εἴτε  δοῦλοι  εἴτε  ἐλεύθεροι.  καὶ  πάντες  ἓν  Πνεῦμα  ἐποτίσθημεν. 

14 καὶ  γὰρ  τὸ  σῶμα  οὐκ  ἔστιν  ἓν  μέλος  ἀλλὰ  πολλά.  15 ἐὰν  εἴπῃ    πούς  Ὅτι  οὐκ  εἰμὶ  χείρ,  οὐκ  εἰμὶ  ἐκ  τοῦ  σώματος,  οὐ  παρὰ  τοῦτο  οὐκ  ἔστιν  ἐκ  τοῦ  σώματος.  16 καὶ  ἐὰν  εἴπῃ  τὸ  οὖς  Ὅτι  οὐκ  εἰμὶ  ὀφθαλμός,  οὐκ  εἰμὶ  ἐκ  τοῦ  σώματος,  οὐ  παρὰ  τοῦτο  οὐκ  ἔστιν  ἐκ  τοῦ  σώματος.  17 εἰ  ὅλον  τὸ  σῶμα  ὀφθαλμός,  ποῦ    ἀκοή;  εἰ  ὅλον  ἀκοή,  ποῦ    ὄσφρησις;  18 νυνὶ*  δὲ    Θεὸς  ἔθετο  τὰ  μέλη,  ἓν  ἕκαστον  αὐτῶν  ἐν  τῷ  σώματι  καθὼς  ἠθέλησεν.  19 εἰ  δὲ  ἦν  τὰ  πάντα  ἓν  μέλος,  ποῦ  τὸ  σῶμα;  20 νῦν  δὲ  πολλὰ  μὲν  μέλη,  ἓν  δὲ  σῶμα.  21 οὐ  δύναται  δὲ    ὀφθαλμὸς  εἰπεῖν  τῇ  χειρί  Χρείαν  σου  οὐκ  ἔχω,    πάλιν    κεφαλὴ  τοῖς  ποσίν  Χρείαν  ὑμῶν  οὐκ  ἔχω·  22 ἀλλὰ  πολλῷ  μᾶλλον  τὰ  δοκοῦντα  μέλη  τοῦ  σώματος  ἀσθενέστερα  ὑπάρχειν  ἀναγκαῖά  ἐστιν,  23 καὶ    δοκοῦμεν  ἀτιμότερα  εἶναι  τοῦ  σώματος,  τούτοις  τιμὴν  περισσοτέραν  περιτίθεμεν,  καὶ  τὰ  ἀσχήμονα  ἡμῶν  εὐσχημοσύνην  περισσοτέραν  ἔχει,  24 τὰ  δὲ  εὐσχήμονα  ἡμῶν  οὐ  χρείαν  ἔχει.  ἀλλὰ    θεὸς  συνεκέρασεν  τὸ  σῶμα,  τῷ  ὑστερουμένῳ  περισσοτέραν  δοὺς  τιμήν,  25 ἵνα  μὴ    σχίσμα  ἐν  τῷ  σώματι,  ἀλλὰ  τὸ  αὐτὸ  ὑπὲρ  ἀλλήλων  μεριμνῶσιν  τὰ  μέλη.  26 καὶ  εἴτε  πάσχει  ἓν  μέλος,  συμπάσχει*  πάντα  τὰ  μέλη·  εἴτε  δοξάζεται  [ἓν]  μέλος,  συνχαίρει  πάντα  τὰ  μέλη. 

27 ὑμεῖς  δέ  ἐστε  σῶμα  Χριστοῦ  καὶ  μέλη  ἐκ  μέρους. 

Spiritual Gifts

28 Καὶ  οὓς  μὲν  ἔθετο    Θεὸς  ἐν  τῇ  ἐκκλησίᾳ  πρῶτον  ἀποστόλους,  δεύτερον  προφήτας,  τρίτον  διδασκάλους,  ἔπειτα  δυνάμεις,  ἔπειτα  χαρίσματα  ἰαμάτων,  ἀντιλήμψεις,  κυβερνήσεις,  γένη  γλωσσῶν.  29 μὴ  πάντες  ἀπόστολοι;  μὴ  πάντες  προφῆται;  μὴ  πάντες  διδάσκαλοι;  μὴ  πάντες  δυνάμεις;  30 μὴ  πάντες  χαρίσματα  ἔχουσιν  ἰαμάτων;  μὴ  πάντες  γλώσσαις  λαλοῦσιν;  μὴ  πάντες  διερμηνεύουσιν;  31 ζηλοῦτε  δὲ  τὰ  χαρίσματα  τὰ  μείζονα.  Καὶ  ἔτι  καθ’  ὑπερβολὴν  ὁδὸν  ὑμῖν  δείκνυμι. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

1 Corinthians 11
Top of Page
Top of Page