Lamentations 5
Swete's Septuagint ABP ▾  HEB ▾ 

A Prayer for Mercy and Restoration

1Μνήσθητι, Κύριε, ὅ τι ἐγενήθη ἡμῖν, ἐπίβλεψον καὶ ἴδε τὸν ὀνειδισμὸν ἡμῶν.

2κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις.

3ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ, μητέρες ἡμῶν ὡς αἱ χῆραι.

4ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν·

5ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν· ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.

6Αἴγυπτος ἔδωκεν χεῖρα, Ἀσσοὺρ εἰς πλησμονὴν αὐτῶν.

7οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν, ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.

8δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.

9ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου.

10τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.

11γυναῖκας ἐν Σειὼν ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν Ἰούδα.

12ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.

13ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν.

14καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν,

15κατέλυσεν χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν,

16ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς. οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.

17περὶ τούτου ἐγενήθη ὀδύνη ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν.

18ἐπ᾽ ὄρος Σειών, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ.

19σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν.

20ἵνα τί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν; καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;

21ἐπίστρεψον ἡμᾶς, Κύριε, πρὸς σέ, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν.

22ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφ᾽ ἡμᾶς ἕως σφόδρα.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Lamentations 4
Top of Page
Top of Page