Joshua 15
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Territory of Judah

1Καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ἰούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ἰουδαίας, ἀπὸ τῆς ἐρήμου Σεὶν ἕως Καδὴς πρὸς λίβα. 2καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς, ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα· 3καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ἀκραβείν, καὶ ἐκπεριπορεύεται Ἔννακ, καὶ ἀναβαίνει ἐπὶ λιβὸς ἐπὶ Καδὴς Βαρνή, καὶ ἐκπορεύεται Ἁσωρών, καὶ προσαναβαίνει εἰς Σαράδα, καὶ ἐκπορεύεται τὴν κατὰ δυσμὰς Καδής, 4καὶ ἐκπορεύεται ἐπὶ Σελμῶναν, καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός. 5καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ἰορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ, καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ἰορδάνου 6ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλάαμ, καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβά, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαίων υἱοῦ Ῥουβήν· 7καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Ἀχώρ, καὶ καταβαίνει ἐπὶ Τααγάδ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Ἀδδαμείν, ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ῥωγήλ· 8καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ὁνὸμ ἐπὶ νότου τοῦ Ἰεβοὺς ἀπὸ λιβός, αὕτη ἐστὶν Ἰερουσαλήμ, καὶ ἐκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ προσώπον φάραγγος Ὁνὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ῥαφαεὶν ἐπὶ βορρᾶ· 9καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Μαφθώ, καὶ διεκβάλλει εἰς τὸ ὄρος Ἐφρών, καὶ ἄξει τὸ ὅριον Ἰεβάαλ, αὕτη ἐστὶν πόλις Ἰαρείμ· 10καὶ περιελεύσεται ὅριον ἀπὸ Βάαλ ἐπὶ θάλασσαν, καὶ παρελεύσεται εἰς ὄρος Ἀσσὰρ ἐπὶ νώτου πόλιν Ἰαρεὶν ἀπὸ βορρᾶ, αὕτη ἐστὶν Χασλών, καὶ καταβήσεται ἐπὶ πόλιν ἡλίου, καὶ παρελεύσεται ἐπὶ λίβα· 11καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ἀκκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχώθ, καὶ παρελεύσεται ὅρια ἐπὶ λίβα, καὶ διεκβαλεῖ ἐπὶ Λεμνά, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. 12καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ἰούδα κύκλῳ κατὰ δήμους αὐτῶν.

Caleb's Portion and Conquest

13Καὶ τῷ Χαλὲβ υἱῷ Ἰεφοννὴ ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ἰούδα ἀπὸ προστάγματος τοῦ θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν Ἐνάκ, αὕτη ἐστὶν Χεβρών. 14καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλὲβ υἱὸς Ἰεφοννὴ τοὺς τρεῖς υἱοὺς Ἐνάκ, τὸν Σουσεὶ καὶ Θοαλμεὶ καὶ τὸν Ἀχειμά. 15καὶ ἀνέβη ἐκεῖθεν Χαλὲβ ἐπὶ τοὺς κατοικοῦντας Δαβείρ· τὸ δὲ ὄνομα Δαβεὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων. 16καὶ εἶπεν Χαλέβ Ὅς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἄσχαν θυγατέρα μου εἰς γυναῖκα. 17καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χαλέβ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἄσχαν θυγατέρα αὐτοῦ γυναῖκα. 18καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χαλέβ Τί ἐστίν σοι; 19καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Νάγεβ δέδωκάς με· δός μοι τὴν Βοθθανείς. καὶ ἔδωκεν αὐτῇ τὴν Γοναιθλὰν τὴν ἄνω καὶ τὴν Γοναιθλὰν τὴν κάτω.

The Cities of Judah

20Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰούδα.

21Ἐγενήθησαν δὲ πόλεις αὐτῶν πόλεις πρὸς τῇ φυλῇ υἱῶν Ἰούδα ἐφ᾽ ὁρίων Ἐδὼμ ἐπὶ τῆς ἐρήμου, Καιβαισελεὴλ καὶ Ἄρα καὶ Ἀσὼρ 22καὶ Ἰκὰμ καὶ Ῥεγμὰ καὶ Ἀρουὴλ 23καὶ Κάδης καὶ Ἁσοριωνάιν καὶ Μαινὰμ 24καὶ Βαλμαινὰν καὶ αἱ κῶμαι αὐτῶν, 25καὶ αἱ πόλεις Ἁσερών αὕτη Ἁσώρ, 26καὶ Σὴν καὶ Σαλμάα καὶ Μωλαδὰ 27καὶ Σερεὶ καὶ Βαιφάλαδ 28καὶ Χολασεωλὰ καὶ Βηρσάβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν, 29Βαλὰ καὶ Βακὼκ καὶ Ἄσομ 30καὶ Ἐλβωυδὰδ καὶ Βαιθὴλ καὶ Ἑρμὰ 31καὶ Σεκελὰκ καὶ Μαχαρεὶμ καὶ Σεθεννὰκ 32καὶ Λαβὼς καὶ Σαλὴ καὶ Ἐρωμώθ, πόλεις κθ᾽ καὶ αἱ κῶμαι αὐτῶν.

33Ἐν τῇ πεδινῇ Ἀσταὼλ καὶ Ῥαὰ καὶ Ἀσσὰ 34καὶ Ῥαμὲν καὶ Τανὼ καὶ Ἰλουθὼθ καὶ Μαιανεὶ 35καὶ Ἰερμοὺθ καὶ Ὀδολλὰμ καὶ Μεμβρὰ καὶ Σαωχὼ καὶ Ἰαζηκὰ 36καὶ Σακαρεὶμ καὶ Γαδηρὰ καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν·

37Σεννὰ καὶ Ἀδασὰν καὶ Μαγαδὰ Γὰδ 38καὶ Δαλὰλ καὶ Μασφὰ καὶ Ἰακαρεὴλ 39καὶ Μαχὴς καὶ Βασηδὼθ καὶ Ἰδεαδαλεὰ 40καὶ Χαβρὰ καὶ Μαχὲς καὶ Μααχὼς 41καὶ Γεδδὼρ καὶ Βαγαδιὴλ καὶ Νωμὰν καὶ Μακηδάν, πόλεις δέκα ἓξ καὶ αἱ κῶμαι αὐτῶν·

42Λεμνὰ καὶ Ἴθακ καὶ Ἀνὼχ 43καὶ Ἰανὰ καὶ Νασεὶβ 44καὶ Κεειλάμ καὶ Ἀκιεζεὶ καὶ Κεζεὶβ καὶ Βαθησὰρ καὶ Αἰλών, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν·

45Ἀκκαρὼν καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν· 46ἀπὸ Ἀκκαρὼν Γέμνα· καὶ πᾶσαι ὅσαι εἰσὶν πλησίον Ἀσηδὼθ καὶ αἱ κῶμαι αὐτῶν·

47Ἀσειεδὼθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει.

48Καὶ ἐν τῇ ὀρεινῇ Σαμεὶρ καὶ Ἰεθὲρ καὶ Σωχὰ 49καὶ Ῥεννὰ καὶ Πόλις γραμμάτων, αὕτη Δαβείρ, 50καὶ Ἀνὼν καὶ Ἐσκαιμὰν καὶ Αἰσὰμ 51καὶ Γόσομ καὶ Χαλοὺ καὶ Χαννά, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·

52Αἰρὲμ καὶ Ῥεμνὰ καὶ Σομὰ 53καὶ Ἰεμάειν καὶ Βαιθαχοὺ καὶ Φακουά 54καὶ Εὑμὰ καὶ πόλις Ἀρβόκ, αὕτη ἐστὶν Χεβρών, καὶ Σώρθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν·

55Μαὼρ καὶ Χερμὲλ καὶ Ὀζεὶβ καὶ Ἰτὰν 56καὶ Ἰαριὴλ καὶ Ἰαρεικὰμ καὶ Ζακανάειμ 57καὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν·

58Ἁλουὰ καὶ Βαιθσοὺρ καὶ Γεδδὼν 59καὶ Μαγαρὼθ καὶ Βαιθανὰμ καὶ θεκούμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· [1] Θἐκὼ καὶ Ἐφράθα, αὕτη ἐστὶν Βαιθλέεμ, καὶ Φαγὼρ καὶ Αἰτὰν καὶ Κουλὸν καὶ Τατὰμ καὶ Ἐωβὴς καὶ Καρὲμ καὶ Γαλὲμ καὶ Θεθὴρ καὶ Μανοχώ, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·

60Καριαθβάαλ, αὕτη ἡ πόλις Ἰαρείμ, καὶ Σωθηβά, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν·

61καὶ Βαδδαργεὶς καὶ Θαραβαὰμ καὶ Αἰνὼν 62καὶ Αἰχιοζὰ καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σάδωμ καὶ Ἀκνάδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.

63Καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ἰεβουσαῖοι ἐν Ἰερουσαλὴμ ἕως τῆς ἡμέρας ἐκείνης.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Joshua 14
Top of Page
Top of Page