Jeremiah 28
Swete's Septuagint ABP ▾  HEB ▾ 

Hananiah's False Prophecy

1ἐπὶ τῷ ὕδατι αὐτῆς, καὶ καταισχυνθήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστιν, καὶ ἐν ταῖς νήσοις οὗ κατεκαυχῶντο. 2διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων· οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα. 3καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπεν Κύριος, οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσει ἐκεῖ υἱὸς ἀνθρώπου. 4ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ᾽ ἐσχάτου τῆς γῆς,

5τόξον καὶ ἐνχειρίδιον ἔχοντες· ἰταμός ἐστιν, καὶ οὐ μὴ ἐλεήσῃ· φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει, ἐφ᾽ ἵπποις ἱππάσονται παρασκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον, πρὸς σέ, θύγατερ Βαβυλῶνος. 6ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλίψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης. 7ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ἰορδάνου εἰς Γαιθάν, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ᾽ αὐτῆς, καὶ πάντα νεανίσκον ἐπ᾽ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν ὃς στήσεται κατὰ πρόσωπόν μου; 8διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ᾽ αὐτῶν. 9ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται.

10Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα. 11καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς.

12τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ, καὶ περιθέσθω ᾧ ἐστὶν ὅπλα αὐτοῦ, καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς. 13καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς. 14διότι οὐκ ἐχήρευσεν Ἰσραὴλ καὶ Ἰούδας ἀπὸ θεοῦ αὐτῶν, ἀπὸ Κυρίου Παντοκράτορος· ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ἰσραήλ. 15φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασώζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀποριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ Κυρίου, ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ. 16ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη, διὰ τοῦτο ἐσαλεύθησαν·

17καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη. θρηνεῖτε αὐτήν, λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς, εἴ πως ἰαθήσεται.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 27
Top of Page
Top of Page