Genesis 16
Swete's Septuagint ABP ▾  HEB ▾ 

Sarah, Hagar and Ishmael

1Σάρα δὲ ἡ γυνὴ Ἀβρὰμ οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία ᾗ ὄνομα Ἁγάρ. 2εἶπεν δὲ Σάρα πρὸς Ἀβράμ Ἰδοὺ συνέκλεισέν με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσεις ἐξ αὐτῆς. ὑπήκουσεν δὲ Ἀβρὰμ τῆς φωνῆς αὐτῆς. 3καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἀβρὰμ Ἁγὰρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἀβρὰμ ἐν γῇ Χανάαν, καὶ ἔδωκεν αὐτὴν τῷ Ἀβρὰμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. 4καὶ εἰσῆλθεν πρὸς Ἁγάρ, καὶ συνέλαβεν· καὶ ἴδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. 5εἶπεν δὲ Σάρα πρὸς Ἀβράμ Ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. 6εἶπεν δὲ Ἀβρὰμ πρὸς Σάραν Ἰδοὺ ἡ παιδίσκη σου ἐναντίον ⸆ σου· χρῶ αὐτῇ ὡς δ᾽ ἄν σοι ἀρεστὸν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.

7εὗρεν δὲ αὐτὴν ἄγγελος Κυρίου τοῦ θεοῦ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. 8καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου Ἁγὰρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ εἶπεν Ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. 9εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. 10καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμήσεται ἀπὸ τοῦ πλήθους.

11καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου Ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσεν Κύριος τῇ ταπεινώσει σου.

12οὗτος ἔσται ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ᾽ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.

13καὶ ἐκάλεσεν Ἁγὰρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν Σὺ ὁ θεὸς ὁ ἐφιδών με· ὅτι εἶπεν Καὶ γὰρ ἐνώπιον ἴδον ὀφθέντα μοι. 14ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον ἴδον· ἰδοὺ ἀνὰ μέσον Καδὴς καὶ ἀνὰ μέσον Βάραδ.

15καὶ ἔτεκεν Ἁγὰρ τῷ Ἀβρὰμ υἱόν, καὶ ἐκάλεσεν Ἀβρὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἁγάρ, Ἰσμαήλ. 16Ἀβρὰμ δὲ ἦν ὀγδοήκοντα ἓξ ἐτῶν ἡνίκα ἔτεκεν Ἁγὰρ τὸν Ἰσμαὴλ τῷ Ἀβράμ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 15
Top of Page
Top of Page