Genesis 11
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Tower of Babel

1Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν. 2καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ. 3καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον Δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. 4καὶ εἶπαν Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσομεν ἑαυτῶν ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς. 5καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. 6καὶ εἶπεν Κύριος Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιῆσαι. 7δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. 8καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. 9διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Σύγχυσις, ὅτι ἐκεῖ συνέχεεν Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

Genealogy from Shem to Abram

10Καὶ αὗται αἱ γενέσεις Σήμ. Σὴμ υἱὸς ἐτῶν ἑκατὸν ὅτε ἐγέννησεν τὸν Ἀρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν. 11καὶ ἔζησεν Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ πεντακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν.

12Καὶ ἔζησεν Ἀρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Καινάν. 13καὶ ἔζησεν Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καινὰν ἔτη τετρακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Καὶ ἔζησεν Καινὰν ἑκατον τριάκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Σάλα. καὶ ἔζησεν Καινὰν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σάλα ἔτη τριακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν.

14Καὶ ἔζησεν Σάλα ἑκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Ἔβερ. 15καὶ ἔζησεν Σάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἔβερ τριακόσια τριάκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν.

16Καὶ ἔζησεν Ἔβερ ἑκατὸν τριάκοντα τέσσερα ἔτη, καὶ ἐγέννησεν τὸν Φάλεκ. 17καὶ ἔζησεν Ἔβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φάλεκ ἔτη τριακόσια ἑβδομήκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. ⸆

18Καὶ ἔζησεν Φάλεκ ἑκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Ῥαγαὺ. 19καὶ ἔζησεν Φάλεκ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ῥαγαὺ διακόσια ἐννέα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν.

20Καὶ ἔζησεν Ῥαγαὺ ἑκατὸν τριάκοντα δύο ἔτη, καὶ ἐγέννησεν τὸν Σερούχ. 21καὶ ἔζησεν Ῥαγαὺ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν.

22καὶ ἔζησεν Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Ναχώρ. 23καὶ ἔζησεν Σεροὺχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ναχὼρ ἔτη διακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν.

24Καὶ ἔζησεν Ναχὼρ ἔτη ἑβδομήκοντα ἐννέα, καὶ ἐγέννησεν τὸν Θάρα. 25καὶ ἔζησεν Ναχὼρ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα ἔτη ἑκατὸν εἴκοσι ἐννέα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν.

26Καὶ ἔζησεν Θάρα ἑβδομήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Ἀβρὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἁρράν.

Terah's Descendants

27Αὗται δὲ αἱ γενέσεις Θάρα· Θάρα δὲ ἐγέννησεν τὸν Ἀβρὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἁρράν, καὶ Ἁρρὰν ἐγέννησεν τὸν Λώτ. 28καὶ ἀπέθανεν Ἁρρὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ ᾗ ἐγενήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων. 29καὶ ἔλαβον Ἀβρὰμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἀβρὰμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ Ἁρράν, καὶ πατὴρ Μελχὰ καὶ πατὴρ Ἰεσχά. 30καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.

31καὶ ἔλαβεν Θάρα τὸν Ἀβρὰμ τὸν υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν Ἁρράν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς τὴν γῆν Χανάαν· καὶ ἦλθεν ἕως Χαρράν, καὶ κατῴκησεν ἐκεῖ. 32καὶ ἐγένοντο αἱ ἡμέραι Θάρα ἐν Χαρρὰν διακόσια πέντε ἔτη· καὶ ἀπέθανεν Θάρα ἐν Χαρράν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 10
Top of Page
Top of Page