Ezekiel 22
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Sins of Jerusalem

1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 2Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς, 3καὶ ἐρεῖς Τάδε λέγει κύριος Κύριος Ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ εἰσελθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθ᾽ αὑτῆς τοῦ μιαίνειν αὐτήν. 4ἐν τοῖς αἵμασιν αὐτῶν οἷς ἐξέχεας παραπέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασίν σου οἷς ἐποίεις ἐμιαίνου, καὶ ἤγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὄνειδος τοῖς ἔθνεσιν καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις 5ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί, ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.

6ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ, συνεφύροντο ἐν σοὶ ὅπως ἐκχέωσιν αἷμα· 7πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοί, καὶ προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον, 8καὶ τὰ ἅγιά μου ἐξουδένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί. 9ἄνδρες λῃσταὶ ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθοσαν ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου. 10αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοί, καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί· 11ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί. 12δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί· καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος.

13ἐὰν δ᾽ ἐπάξω χεῖρά μου ἐφ᾽ οἷς συντετέλεσαι οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασίν σου τοῖς γεγενημένοις ἐν μέσῳ σου, 14εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω. 15καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ, 16καὶ κατακληρονομήσω ἐν σοὶ κατ᾽ ὀφθαλμοὺς τῶν ἐθνῶν, καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.

The Refining Furnace

17Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 18Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμιγμένος ἐστίν. 19διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Ἀνθ᾽ ὧν ἐγένεσθε εἰς σύνκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ἰερουσαλήμ· 20καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς, 21καὶ ἐκφυσήσω ἐφ᾽ ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς. 22ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ᾽ ὑμᾶς.

The Sins of Prophets, Priests, Princes

23Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 24Υἱὲ ἀνθρώπου, εἰπὸν αὐτῇ Σὺ εἶ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς. 25ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ καὶ τιμὰς λαμβάνοντες· καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου. 26καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον, καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν. 27οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν. 28καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες Τάδε λέγει Κύριος, καὶ Κύριος οὐ λελάληκεν· 29λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες, καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος. 30καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν, καὶ οὐχ εὗρον. 31καὶ ἐξέχεα ἐπ᾽ αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει κύριος Κύριος.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezekiel 21
Top of Page
Top of Page