2 Chronicles 20
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jehoshaphat Invaded by Moab

1Καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωὰβ καὶ οἱ υἱοὶ Ἀμμὼν καὶ μετ᾽ αὐτῶν ἐκ τῶν Μειναίων πρὸς Ἰωσαφὰτ εἰς πόλεμον. 2καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ἰωσαφὰτ λέγοντες Ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ἁσὰμ Θαμαρά, αὕτη ἐστὶν Ἐνγάδει. 3καὶ ἐφοβήθη, καὶ ἔδωκεν Ἰωσαφὰτ τὸ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν κύριον, καὶ ἐκήρυξαν νηστείαν. 4καὶ συνήχθη Ἰούδας ἐκζητῆσαι τὸν κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ἰούδας ἦλθον ζητῆσαι τὸν κύριον.

Jehoshaphat's Prayer

5καὶ ἀνέστη Ἰωσαφὰτ ἐν ἐκκλησίᾳ Ἰούδα ἐν Ἰερουσαλὴμ ἐν οἴκῳ κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς, 6καὶ εἶπεν κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, οὐχὶ σὺ εἶ θεὸς ἐν οὐρανῷ ἄνω, καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν, καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας, καὶ οὐκ ἔστιν πρὸς σὲ ἀντιστῆναι; 7οὐχὶ σὺ ὁ κύριος ἐξωλέθρευσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔδωκας αὐτὴν σπέρματι Ἀβραὰμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα; 8καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες 9Ἐὰν ἐπέλθῃ ἐφ᾽ ἡμᾶς κακά, ῥομφαία, κρίσις, θάνατος, λιμός, στησόμεθα ἐναντίον τοῦ οἴκου τοῦ καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις. 10καὶ νῦν ἰδοὺ υἱοὶ Ἀμμὼν καὶ ὄρος Σηείρ, εἰς οὓς οὐκ ἔδωκας τῷ Ἰσραὴλ διελθεῖν δι᾽ αὐτῶν, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπ᾽ αὐτῶν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς· 11καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ᾽ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν ἧς ἔδωκας ἡμῖν, 12Κύριε ὁ θεὸς ἡμῶν· οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ᾽ ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς· ἀλλ᾽ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.

13καὶ πᾶς Ἰουδὰ ἑστηκὼς ἔναντι Κυρίου, καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες.

The Prophecy of Jahaziel

14καὶ τῷ Ὀζειὴλ τῷ τοῦ Ζαχαρίου τῶν υἱῶν Ἐλεαὴλ τοῦ Μανθανίου τοῦ Λευείτου ἀπὸ τῶν υἱῶν Ἀσάφ, ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ, 15καὶ εἶπεν Ἀκούσατε, πᾶς Ἰουδὰ καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ καὶ ὁ βασιλεὺς Ἰωσαφάτ. τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς Μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστὶν ἡ παράταξις ἀλλ᾽ ἢ τῷ θεῷ. 16αὔριον κατάβητε ἐπ᾽ αὐτούς· ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ἁσᾶε, καὶ εὑρήσετε αὐτοὺς ἐπ᾽ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ἰεριήλ. 17οὐχ ὑμῖν ἐστὶν πολεμῆσαι· ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου μεθ᾽ ὑμῶν· ἰδοὺ καὶ Ἰερουσαλήμ· μὴ πτοηθῆτε μηδὲ φοβηθῆτε αὐτόν, ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ Κύριος μεθ᾽ ὑμῶν.

18καὶ κύψας Ἰωσαφὰτ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ἰουδὰ καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ἔπεσαν ἔναντι Κυρίου προσκυνῆσαι Κυρίῳ. 19καὶ ἀνέστησαν οἱ Λευεῖται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἀπὸ τῶν υἱῶν Κόρε αἰνεῖν Κυρίῳ θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος.

The Enemies Destroy Themselves

20καὶ ὤρθρισαν πρωὶ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκῶε· καὶ ἐν τῷ ἐξελθεῖν ἔστη Ἰωσαφὰτ καὶ ἐβόησεν Ἀκούσατέ μου, Ἰουδὰ καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ· ἐνπιστεύσατε ἐν Κυρίῳ θεῷ ὑμῶν, καὶ ἐνπιστευθήσεσθε· ἐνπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε. 21καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ, καὶ ἔστησεν ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως· καὶ ἔλεγεν Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 22καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως ἔδωκεν Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰουδά, καὶ ἐτροπώθησαν. 23καὶ ἀπέστησαν οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ ἐξολεθρεῦσαι καὶ ἐκτρίψαι· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηείρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι.

24καὶ Ἰούδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου, καὶ ἐπέβλεψεν καὶ εἶδεν τὸ πλῆθος· καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς, οὐκ ἦν σωζόμενος. 25καὶ ἦλθεν Ἰωσαφὰτ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν, καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητά, καὶ ἐσκύλευσεν ἐν αὐτοῖς· καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν.

The People Return in Triumph

26καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας, ἐκεῖ γὰρ ηὐλόγησαν τὸν κύριον· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης. 27καὶ ἐπέστρεψεν πᾶς ἀνὴρ Ἰούδα εἰς Ἰερουσαλὴμ καὶ Ἰωσαφὰτ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ, ὅτι εὔφραινεν αὐτοὺς Κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν. 28καὶ εἰσῆλθον ἐν Ἰερουσαλὴμν ἐν νάβλαις καὶ ἐν κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον Κυρίου. 29καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι ἐπολέμησεν Κύριος πρὸς τοὺς ὑπεναντίους Ἰσραήλ. 30καὶ εἰρήνευσεν ἡ βασιλεία Ἰωσαφάτ, καὶ κατέπαυσεν αὐτῷ ὁ θεὸς αὐτοῦ κυκλόθεν.

Summary of Jehoshaphat's Reign

31Καὶ ἐβασίλευσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰουδά, ἐτῶν τριάκοντα πέντε ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβὰ θυγάτηρ Σαλεί. 32καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ἀσά, καὶ οὐκ ἐξέκλινεν τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον Κυρίου. 33ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχεν, καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς κύριον θεὸν τῶν πατέρων αὐτοῦ.

34καὶ οἱ λοιποὶ λόγοι Ἰωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ἰησοῦ τοῦ Ἁνανεί, ὃς κατέγραψεν βιβλίου βασιλέως Ἰσραήλ.

Jehoshaphat's Convoy Perishes

35Καὶ μετὰ ταῦτα ἐκοινώνησεν Ἰωσαφὰτ πρὸς Ὀχοζείαν βασιλέα Ἰσραήλ, καὶ οὗτος ἠνόμησεν 36ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θαρσείς· καὶ ἐποίησεν πλοῖα ἐν Γασιὼν Γάβερ. 37καὶ ἐπροφήτευσεν Ἐλειαδὰ ὁ τοῦ Ὠδειὰ ἀπὸ Μαρείσης ἐπὶ Ἰωσαφὰτ λέγων Ὡς ἐφιλίασας τῷ Ὀχοζείᾳ, ἔθραυσεν Κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου. καὶ οὐκ ἐδυνάσθη τοῦ πορευθῆναι εἰς Θαρσείς.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 19
Top of Page
Top of Page